Testimonia et Fragmenta

Cleanthes

Cleanthes. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)

Diogenes Laërt. VII 168. Κλεάνθης Φανίου Ἄσσιος. οὖτος πρῶτον ἦν πύκτης, ὥς φησιν Ἀντισθένης ἐν Διαδοχαῖς. ἀφικόμενος δὲ εἰς Ἀθήνας τέσσαρας ἔχων δραχμάς, καθὰ φασί τινες, καὶ Ζήνωνι παραβαλὼν ἐφιλοσόφησε γενναιότατα καὶ ἐπὶ τῶν αὐτῶν ἔμεινε δογμάτων. διεβοήθη δὲ ἐπὶ φιλοπονίᾳ, ὅς γε, πένης ὢν ἄγαν, ὥρμησε μισθοφορεῖν· καὶ νύκτωρ μὲν ἐν τοῖς κήποις ἤντλει, μεθʼ ἡμέραν δὲ ἐν τοῖς λόγοις ἐγυμνάζετο· ὅθεν καὶ Φρεάντλης ἐκλήθη. φασὶ δὲ αὐτὸν καὶ εἰς δικαστήριον ἀχθῆναι, λόγους δώσοντα πόθεν ἐς τοσοῦτον εὐέκτης ὢν διαζῇ, ἔπειτα ἀποφυγεῖν τόν τε κηπουρὸν μάρτυρα παρασχόντα, παρʼ ὃν ἤντλει, καὶ τὴν ἀλφιτόπωλιν, παρʼ ᾗ τὰ ἄλφιτα ἔπεττεν. ἀποδεξαμένους δὲ αὐτὸν τοὺς Ἀρεωπαγίτας ψηφίσασθαι δέκα μνᾶς δοθῆναι, Ζήνωνα δὲ κωλῦσαι λαβεῖν. φασὶ δὲ καὶ Ἀντίγονον αὐτῷ τρισχιλq>ίας δοῦναι. ἡγούμενόν τε τῶν ἐφήβων ἐπί τινα θέαν ὑπʼ ἀνέμου παραγυμνωθῆναι καὶ ὀφθῆναι ἀχίτωνα· ἐφʼ ᾧ κρότῳ τιμηθῆναι ὑπὸ Ἀθηναίων, καθά φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις. ἐθαυμάσθη οὖν δὴ καὶ διὰ τόδε. φασὶ δὲ καὶ Ἀντίγονον αὐτοῦ πυθέσθαι ὄντα ἀκροατήν, διὰ τί ἀντλεῖ· τὸν δʼ εἰπεῖν· ἀντλῶ γὰρ μόνον; τί δʼ οὐχὶ σκάπτω; τί δʼ οὐκ ἄρδω καὶ πάντα ποιῶ φιλοσοφίας ἕνεκα καὶ γὰρ ὁ Ζήνων αὐτὸν συνεγύμναζεν εἰς τοῦτο καὶ ἐκέλευεν ὀβολὸν φέρειν ἀποφορᾶς. καί ποτε ἀθροισθὲν τὸ κέρμα ἐκόμισεν εἰς μέσον τῶν γνωρίμων καί φησι· Κλεάνθης μὲν καὶ ἄλλον Κλεάνθην δύναιτʼ ἂν τρέφειν, εἰ βούλοιτο· οἱ δὲ ἔχοντες ὅθεν τραφήσονται παρʼ ἑτέρων ἐπιζητοῦσι τὰ ἐπιτήδεια, καίπερ ἀνειμένως φιλοσοφοῦντες. ὅθεν δὴ καὶ δεύτερος Ἡρακλῆς ὁ Κλεάνθης ἐκαλεῖτο. ἦν δὴ πονικὸς μέν, ἀφύσικος δὲ καὶ βραδὺς ὑπερβαλλόντως· διὸ καὶ Τίμων περὶ αὐτοῦ φησιν οὕτως· (fr. 24 W.)

τίς δʼ οὗτος κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν, μωλυτὴς ἐπέων φίλος Ἄσσιος, ὅλμος ἄτολμος.
καὶ σκωπτόμενος ὑπὸ τῶν συμμαθητῶν ἠνέσχετο καὶ ὄνος ἀκούων προσεδέχετο, λέγων αὐτὸς μόνος δύνασθαι βαστάζειν τὸ Ζήνωνος φορτίον (secuntur apophthegmata). — 174 τοῦτόν φασιν εἰς ὄστρακα καὶ βοῶν ὠμοπλάτας γράφειν ἅπερ ἤκουε παρὰ τοῦ Ζήνωνος, ἀπορίᾳ κερμάτων ὥστε ὠνήσασθαι χαρτία. τοιοῦτος δὲ ὢν ἐξίσχυσε, πολλῶν
καὶ ἄλλων ὄντων ἀξιολόγων Ζήνωνος μαθητῶν, αὐτὸς διαδέξασθαι τὴν σχολήν.

Plutarchus de audiendo 18 p. 47e. ὥσπερ ὁ Κλεάνθης καὶ ὁ Ξενοκράτης βραδύτεροι δοκοῦντες εἶναι τῶν συσχολαστῶν οὐκ ἀπεδίδρασκον ἐκ τοῦ μανθάνειν οὐδ’ ἀπέκαμνον, ἀλλὰ φθάνοντες εἰς ἑαυτοὺς ἔπαιζον, ἀγγείοις τε βραχυστόμοις καὶ πινακίσι χαλκαῖς ἀπεικάζοντες, ὡς μόλις μὲν παραδεχόμενοι τοὺς λόγους, ἀσφαλῶς δὲ καὶ βεβαίως τηροῦντες.

Plutarchus de vitando aere alieno 7 p. 830d. ὅσον τὸ φρόνημα τἀνδρός, ἀπὸ τοῦ μύλου καὶ τῆς μάκτρας πεττούσῃ χειρὶ καὶ ἀλούσῃ γράφειν περὶ θεῶν καὶ σελήνης καὶ ἄστρων καὶ ἡλίου.

Seneca epist. 44, 3.Cleanthes aquam traxit et rigando horto locavit manus. — epist. 6, 6. Zenonem Cleanthes non expressisset, si tantummodo audisset; vitae eius interfuit, secreta perspexit, observavit illum, an ex formula sua viveret.

Quintilianus Instit. orat. XII 7, 9. cum et Socrati collatum sit ad victum et Zenon, Cleanthes, Chrysippus mercedes a discipulis acceptaverint.

Ind. Stoic. Herc. col. XIX.οὐκ ἐκόμισας, ἔφη, τὸ πρσσταχθέν καὶ προσό(μοια) | διε(λ)έχθη καὶ τῇ κατό|πιν, ἕως παρέσ(χεν αὐτὸν) | φέρειν καὶ τὸ ὅ(λον, εἶτ’) | ἀποδοὺς ἐκέλε(υσεν τοῖς) | γονεῦσι ἐκπέμψαι. (Δι)|ὸ καί τινες τοῦτον (οὐκ) | ὄντα πλούσιο(ν) ὡς (φι|λ)άργυρον ἐμέμφ(ον)| το..

Philosophus, qui mercedem a discipulo exigit, Cleanthes est.

Stobaeus Floril. XVII 28 (Vol. I p. 496 Hense). Αἰλιανοῦ ἐκτῆς συμμίκτου ἱστορίας· Χρύσιππος ὁ Σολεὺς ἐποιεῖτο τὸν βίον ἐκ πάνυ ὀλίγων, Κλεάνθης δὲ καὶ ἀπὸ ἐλαττόνων.

Plutarchus de adul. et amico 11 p. 55c. καὶ Βάτωνι τὴν σχολὴν ἀπεῖπεν Ἀρκεσίλαος, ὅτε πρὸς Κλεάνθην στίχον ἐποίησεν ἐν κωμῳδίᾳ, πείσαντος δὲ τὸν Κλεάνθην καὶ μεταμελομένου διηλλάγη.

Ind. Stoic. Herc. col XXII. (αὐτὸν παραιτεῖσθαι, ὥστε τῇ σχολῇ πάλιν ἐ)|πιτρέπειν χρῆ(σθ)αι· | (δι)αλέξ(ασθ)αι δὲ (π)ρὸς | (Ἀρ)κεσίλαν καὶ (φάναι πρῶ|το)ν μέρος εὐημ(ερ)ία(ς τοῦ|τ’) εἶναι, σκοπεῖν (τι)ν̣α̣ (τὰ | κα)θ’ αὑτόν. καὶ συν(ή)κον|(τα) δὲ Ἀρκεσίλᾳ τὴ(ν..|...)ν ὑποδεῖξαι. Καὶ μ(ηδ|ὲ)ν ἀμφοτέρους (μηδὲ) | περὶ τὸ(ν) Σωσίθε(ο)ν πο| λυπρα(γμ)ονεῖν. Ἦν δὲ... etc.

Agitur de Batone comico (Plut. de adul. et am. 11); qui cum Cleanthi in comoedia maledixisset, Arcesilaus schola ei interdixit, ipso autem Cleanthe intercedente, cum contumeliam excusavisset, rursus admisit. Similis est causa Sosihei (Diog. Laërt. VII 173).

Ind. Stoic. Herc. col. XXIV. καὶ διὰ τ(οῦτ)ο πλείοσιν | ὁμιλῶν. (ὡ)ς δέ τις εἰρηκὼς ἀνηγγέλη·

τοῦτ’ ἧν ὁ Κλεάνθης, ὡς περὶ τὰς σπονδὰς ἑκάστῳ μικρὸν ἀπα(ρ)χόμενος, πλατῦναι δὲ τὸν λόγον οὐδέποτ’ ἐθέλων ἢ οὐ (δυ)νάμενος
ἐπεὶ παρατ(υγ)χά | νοντ’ εἶδεν αὐτόν, (εἰ)πών τι πρὸς τὸ πρῶτ(ο)ν τε|(θέ)ν, συμ.... etc.

Haec quoque ad Arcesilanum refero, malum carmen in Cleanthem factum ulciscentem.

Ind. Stoic. Herc. col. XX... ροιτ...... τὸν ὁμο|(ει)δῆ μά̣(χεσθαι τρό)π̣ον, | (εἴ)ρηται μ̣(ὲ)ν̣ κα̣(ὶ) Ζή|(ν)ωνι περὶ τῶν (τοι|ού)των καὶ γέ(γραπται | μὲ)ν καὶ Ζήνων(ι, ἀσ)|τεῖα δ’ εὐφημ(οῦντος) | πρὸς τοὺς π(ρο)γεν(εσ|τέ)ρους τῶ(ν φιλ)ο̣σό|(φ)ων· καὶ τι.. χαρισ| (α)μένων

Cleanthi videtur opprobrio verti, quod in scholis vel libris antiquis philosophis maledixerit; neque enim Zenonis magistri exemplo hoc defendi.

Diogenes Laërt. VII 176. καὶ τελευτᾷ (ὁ Κλεάνθης) τόνδε τὸν τρόπον. διῴδησεν αὐτῷ τὸ οὖλον· ἀπαγορευσάντων δὲ τῶν ἰατρῶν, δύο ἡμέρας ἀπέσχετο τροφῆς. καί πως ἔσχε καλῶς, ὥστε τοὺς ἰατροὺς αὐτῷ πάντα τὰ συνήθη συγχωρεῖν· τὸν δὲ μὴ ἀνασχέσθαι, ἀλλ’ εἰπόντα ἤδη αὐτῷ προωδοποιῆσθαι καὶ τὰς λοιπὰς ἀποσχόμενον τελευτῆσαι ταὐτὰ Ζήνωνι, καθὰ φασί τινες, [ὀγδοήκοντα] ἔτη βιώσαντα καὶ ἀκούσαντα Ζήνωνος ἔτη ἐννεακαίδεκα.

Lucianus Macrob. 19. Κλεάνθης δὲ ὁ Ζήνωνος μαθητὴς καὶ διάδοχος ἐννέα καὶ ἐνενήκοντα οὗτος γεγονὼς ἔτη φῦμα ἔσχεν ἐπὶ τοῦ χείλους, καὶ ἀποκαρτερῶν, ἐπελθόντων αὐτῷ παρ’ ἑταίρων τινῶν γραμμάτων προσενεγκάμενος τροφὴν καὶ πράξας περὶ ὧν ἠξίουν οἱ φίλοι, ἀποσχόμενος αὖθις τροφῆς ἐξέλιπε τὸν βίον.

Ind. Stoic. Herc. col. XXVI. (ἐπεὶ — — —)σαν, ἔτυχεν δ’ αὐ|(τ)ῷ μ(ικρὸ)ν πρὸ τῆς τε|λευτ(ῆ)ς ἐξάνθημα γε|νόμενον περὶ τὸ χεῖλος, | ὃ τοῖς ἰατρο(ῖς ἐδόκει κα)|κόηθες εἶν(αι).. δι.... |βουν τό

τ’ ἄσχ(ημον ὑποφέ)|ρειν, Διονυ(σίῳ εἶπε και)|ρὸν εἶναι τὴ(ν ζωὴν ἐκτε) λεῖν· συνήθε(ις δ’ οὖν καὶ) | γνώριμου(ς........... ( πε)ρὶ τῶν κ..... — col. XXVII. ζητεῖν, μήποτ’ οὐκ ἄ|ξιον αὐτοῦ, φιλόζωον | δ’ ἢ ταπεινόν. καὶ ταῦτ’ εἰ| πὼν καὶ μείνας εὐδαί|(μων) etc.

De Cleanthis morbo extremo cf. Luc. Macrob. 19. Diog. Laërt. VII 176. Ad col. XXVII adnotat Buecheler: mandat Cleanthes ut successorem quaerant non vitae cupidum sectantemque humilia, sed suis moribus dignum. mihi videtur Cleanthes de se ipso loqui, e. gr. δεδοικέναι δ’ ἔφη τὸ ἐπιβιῶναι ζητεῖν etc.

Ind. Stoic. Herc col. XXVIII 8. ἀλγήσας) | δ’ οὐ μικρ(ὸν τοῦ βίου) | ἀπηλλάγ(η ἐπ’ ἄρχοντος Ἰ)|άσονος.

col. XXIX. (γεγονέναι Κλε)|άνθην ἐπ’ ἄρχον(τος) | Ἀριστοφάνους κα(ὶ) | τὴν σχολὴν δια(κατα)|σχεῖν ἐπ’ ἔτη (τ)ριάκ(ον)|τα καὶ (δύο).

Col. XXVIII. quae posui, recte a Comparettio suppleta esse puto; cetera huius columnae, quia incertiora sunt, exscribere nolui.

Col. XXIX. Aristophanes archon fuit 331/0; δύο in fine scriptum esse, Gompersius probavit.

Galenus ὅτι αἱ ποιότητες ἀσώματοι 2 Vol. XIX p. 467K. οὔ φημι δεῖν ἓν καὶ ταὐτὸν εἶναι νομίζειν τὸ ἔχον τῷ ἐχομένῳ· οὔτε γὰρ Κλεάνθης ἦν φῦμα, ἐπεὶ συμβεβήκει τοῦτ’ αὐτῷ κατὰ τὸ νόσημα, οὔτε Χρύσιππος ἔτι δ’ Ἐπίκουρος στραγγουρία, ἐπειδὴ ἐκ τούτου τοῦ πάθους αὐτοῖς συνέβη καταστρέψαι τὸν βίον. οὔκουν οὐδὲ πληγὴ τοῦ ἀέρος ἀήρ ἐστιν etc.

Strabo XIII p. 610. ἐντεῦθεν (scil. ex Asso) ἦν Κλεάνθης, ὁ Στωϊκὸς φιλόσοφος, ὁ διαδεξάμενος τὴν Ζήνωνος τοῦ Κιτιέως σχολήν, καταλιπὼν δὲ Χρυσίππῳ τῷ Σολεῖ.

Cicero Acad. Pr. II 73. Quis hunc philosophum (scil. Democritum) non anteponit Cleanthi, Chrysippo, reliquis inferioris aetatis? qui mihi cum illo collati quintae classis videntur.

Diogenes Laërt. VII 174. Βιβλία δὲ κάλλιστα καταλέλοιπεν, ἅ ἐστι τάδε· περὶ χρόνου περὶ τῆς [τοῦ] Ζήνωνος φυσιολογίας δύο τῶν Ἡρακλείτου ἐξηγήσεις τέσσαρα περὶ αἰσθήσεως περὶ τέχνης

πρὸς Δημόκριτον πρὸς Ἀρίσταρχον (n. 500) πρὸς Ἥριλλον περὶ ὁρμῆς δύο ἀρχαιολογία περὶ θεῶν (n. 543) περὶ γιγάντων περὶ ὑμεναίου περὶ τοῦ ποιητοῦ (n. 526̈. 535. 549. 592) περὶ τοῦ καθήκοντος τρία περὶ εὐβουλίας περὶ χάριτος (n. 578-580) προτρεπτικός (n. 567?) περὶ ἀρετῶν περὶ εὐφυΐας περὶ Γοργίππου περὶ φθονερίας περὶ ἔρωτος περὶ ἐλευθερίας ἐρωτικὴ τέχνη περὶ τιμῆς περὶ δόξης πολιτικός περὶ βουλῆς περὶ νόμων περὶ τοῦ δικάζειν περὶ ἀγωγῆς περὶ τοῦ λόγου τρία περὶ τέλους περὶ καλῶν περὶ πράξεως περὶ ἐπιστήμης περὶ βασιλείας περὶ φιλίας περὶ συμποσίου περὶ τοῦ ὅτι ἡ αὐτὴ ἀρετὴ [καὶ] ἀνδρὸς καὶ γυναικός περὶ τοῦ τὸν σοφὸν σοφιστεύειν περὶ χρειῶν διατριβῶν δύο
περὶ ἡδονῆς (n. 558. 530. 552) περὶ ἰδίων περὶ τῶν ἀπόρων περὶ διαλεκτικῆς περὶ τρόπων περὶ κατηγορημάτων Ταῦτα αὐτῷ τὰ βιβλία.

Diogenes Laërt. VII 41. ὁ δὲ Κλεάνθης ἓξ μέρη φησί type="subhead" rend="center">scil. τοῦ κατὰ φιλοσοφίαν λόγου) διαλεκτικόν, ῥητορικόν, ἠθικόν, πολιτικόν, φυσικόν, θεολογικόν.