Fragmenta quae ad explicationem carminum Homericorum pertinent
Chrysippus
Chrysippus. Fragmenta Chrysippi, quae ad explicationem carminum Homericorum pertinent. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Scholia in Homeri Iliadem Α 129. Ζώϊλος δὲ ὁ Ἀμφιπολίτης καὶ Χρύσιππος ὁ Στωϊκὸς σολοικίζειν οἴονται τὸν ποιητὴν ἀντὶ ἑνικοῦ πληθυντικῷ χρησάμενον ῥήματι· τὸ γὰρ δῶσι φασί πληθυντικόν· ἀγνοοῦσι δὲ etc.
Scholia in Homeri Iliad. Α 405. ὅς ῥα παρὰ Κρονίωνι· ὅτι ἐντ̣εῦθεν ἐπὶ τοῦ Ἄρεως λέγεται οὐκ ὀρθῶς (l. Il. Ε 906) Ὅμηρος δέ, ὡς Στωϊκός, Ποσειδῶνος αὐτὸν εἶναί φησι.
Scholia in Hom. Iliad. Θ 441. ἀμβωμοῖσι· Χρύσιππος ὑφ’ ἓν προφέρεται, ὁ μέντοι Ἀρίσταρχος δύο μέρη λόγου etc.
Etymol. Magn. s. v. ἀμβωμοῖσιν· ἀντὶ τοῦ περὶ τοῖς βωμοῖς. Χρύσιππος ὑφ’ ἓν προφέρει, ὁ μέντοι Ἀρίσταρχος δύο μέρη λόγου.
Scholia ad Hom. Iliad. Κ 252. Χρύσιππος δὲ ὥσπερ εἴ τις, φησί, περὶ τριῶν ἡμερῶν διαλεγόμενος ἐν τῇ τρίτῃ λέγει μίαν ἀπολείπεσθαι ἔτι ἡμέραν, κἂν μὴ περὶ ὄρθρον ποιῆται τοὺς λόγους, οὕτως καὶ τὸν Ὀδυσσέα εἰ καὶ πλέον ἦν παρῳχηκὸς τῶν δύο μοιρῶν τὴν τρίτην φάναι καταλείπεσθαι, ἐπειδὴ τριμεροῦς οὔσης τῆς νυκτὸς ἕκαστον μέρος ἕν τι λαμβάνεται, ὥστε κἂν ἐλλιπὲς ᾖ τοῦτο καὶ μὴ ὁλόκληρον, ἀλλ’ ἀριθμεῖσθαί γε τρίτην, τῷ τάξιν τῶν ἡμερῶν ἔχειν τὴν τρίτην. οὕτω γὰρ καὶ ἄνθρωπον παρὰ πόδα γενόμενον ἔτι τυγχάνειν τῆς ὅλης προσηγορίας.
Scholia in Hom. Iliad. Ν. v. 41. Χρύσιππος δὲ ὁ Στωϊκὸς καὶ Διονύσιος ὁ Θρᾴξ δασύνουσι τὸ αὐΐαχοι ἵν’ ᾖ ξηρόφωνοι.
Scholia in Hom. Iliad. Ο. v. 241. ἀμφὶ ἓ γιγνώσκων· - - Χρύσιππος δὲ ψιλοῦν τὸ ε̄ ὡς περισσεῦον, καί φησιν ἀμφιγνοῶν ἀντὶ τοῦ ἀντιβάλλων.
Scholia in Hom. Iliad. Χ 212. μέσσα· Χρύσιππος ῥῦμα γράφει· τὴν γὰρ ῥοπὴν τοῦ ζυγοῦ ῥύμην καλεῖσθαι.
Scholia in Hom. Odyss. Ε. 240. περίκηλα· Ἀρίσταρχος ὥσπρ ξηρὰ ἐκδεχόμενος, τὰ περικεκαυμένα ὑπὸ ἡλίου. Χρύσιππος δὲ διῄρει, περὶ κῆλα, περισσῶς ξηρά.
Etymol. Magn. s. v. ἐπικυνεῖν (p. 361, 13 Gaisf.). καὶ Χρύσιππος γράψει Κυλλήνιος Ἑρμῆς, ἐπειδὴ ἡ ῥάβδος αὐτοῦ ἀνδρῶν ὄμματα θέλγει - - Φαίακες δὲ θύουσιν αὐτῷ ἑσπέρας ὡς Ὅμηρος ὅτε μνησαίατο κοίτου οὐχ ὅτι ὀνειρόπομπος ἦν ἀλλ’ ὅτι ὕπνου ἡδέος αἴτιος. Cf. Etymol. Gud. s. v. ἐπικυνεῖν et ἐπισκύνειν.