Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Sextus adv. math. XI 90. τῆς ἀφροσύνης, ἣν μόνην φασὶν εἶναι κακὸν οἱ ἀπὸ τῆς Στοᾶς.

Simplicius in Aristot. Phys. p. 1167, 21. ἔστι μὲν γὰρ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι τὸ δι’ αὑτοῦ δεικνύναι τὸ μὴ δι’ αὑτοῦ δῆλον· τοῦτο δὲ γίνεται ἢ ἄντικρυς καὶ φανερῶς ἀξιούντων τὸ προκείμενον, ὥσπερ ἡμῶν λεγόντων τινὰ ἀγαθὰ μὴ εὐθὺς ἀγαθοὺς ποιεῖν, οἷον τὰς δυνάμεις, αἷς ἔστιν εὖ καὶ κακῶς χρῆσθαι (ἀγαθὴ μὲν γὰρ ἡ ἐφ’ ἑκάτερα δύναμις, ἀγαθὸν δὲ οὐ ποιεῖ, εἰ μὴ τὸ εὖ χρώμενον αὐτῇ) οἱ Στωϊκοὶ τοῦτο ἀναιροῦντες πᾶν, φασί, τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖ, τὸ ἐν ἀρχῇ λαμβάνοντες.