Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Clemens Al. Strom. IV 6 p. 576 Pott. αὐτίκα εὔλογον ἐξαγωγὴν τῷ σπουδαίῳ συγχωροῦσι καὶ οἱ φιλόσοφοι, εἴ τι τοῦ πράσσειν [αὐτὸν] οὕτω στερήσειεν αὐτόν, ὡς μηκέτι ἀπολελεῖφθαι αὐτῷ μηδὲ ἐλπίδα τῆς πράξεως.
Alexander Aphrod. de anima libri mant. p. 160, 24 Bruns. εἰ περὶ τὴν τῶν κατὰ φύσιν καὶ οἰκείων ἐκλογὴν ἡ ἐνέργεια τῆς ἀρετῆς καὶ περὶ τὴν ἀποικονομίαν καὶ ἔκκλισιν τῶν τούτοις ἐναντίων, δεῖ δηλονότι παρεῖναι ἃ ἐκλέξεται. οὐ γὰρ δὴ ἀεὶ τῷ ἀνθρώπῳ ταῦτα πάρεστι· διὰ γοῦν τὴν τούτων ἔνδειαν ὁ τὴν ἀρετὴν ἔχων ἑαυτὸν ἐξάγει ποτέ. οὐδὲ γὰρ διὰ τὸ ἀδυνατεῖν ἐκλέγεσθαι ταῦτα ἡ ἐξαγωγή, ὅπερ ἔργον τῆς ἀρετῆς, ἀλλὰ τῷ μὴ παρεῖναι ἃ οὐκ ἐπ’ αὐτῇ.