Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Sextus Pyrrh. Hypot. III 201. καὶ τοὺς Στωϊκοὺς δὲ ὁρῶμεν οὐκ ἄτοπον εἶναι λέγοντας τὸ ἑταίρᾳ συνοικεῖν ἢ τὸ ἐξ ἑταίρας ἐργασίας διαζῆν.

Origenes contra Celsum IV 26 Vol. I p. 295, 29 Kö. (p. 520 Delarue). καὶ οἱ ταῖς χαμαιτύπαις ἀδιαφόρως προσιόντες, διδάσκοντες δὲ καὶ μὴ πάντως παρὰ τὸ καθῆκον τοῦτο γίνεσθαι.

Diog. Laërt. VII 130. εὐλόγως τέ φασιν ἐξάξειν ἑαυτὸν τοῦ βίου τὸν σοφόν, καὶ ὑπὲρ πατρίδος καὶ ὑπὲρ φίλων, κἂν ἐν σκληροτέρᾳ γένηται ἀλγηδόνι ἢ πηρώσεσιν ἢ νόσοις ἀνιάτοις.

Stobaeus ecl. II 110, 9 W. Φασὶ δέ ποτε καὶ τὴν ἐξαγωγὴν

τὴν ἐκ τοῦ βίου τοῖς σπουδαίοις καθηκόντως ⟨γίγνεσθαι⟩ κατὰ πολλοὺς τρόπους, τοῖς ⟨δὲ⟩ φαύλοις μονὴν ⟨τὴν⟩ ἐν τῷ ζῆν καὶ εἰ μὴ μέλλοιεν ἔσεσθαι σοφοί· οὔτε γὰρ τὴν ἀρετὴν κατέχειν ἐν τῷ ζῆν οὔτε τὴν κακίαν ἐκβάλλειν· τοῖς δὲ καθήκουσι καὶ τοῖς παρὰ τὸ καθῆκον ⟨παρα⟩μετρεῖσθαι τήν τε ζωὴν καὶ τὸν θάνατον.

Plutarchus de Stoic. repugn. cp. 18 p. 1042d. Ἀλλ’ οὐδ’ ὅλως, φασίν, οἴεται δεῖν Χρύσιππος οὔτε μονὴν ἐν τῷ βίῳ τοῖς ἀγαθοῖς, οὔτ’ ἐξαγωγὴν τοῖς κακοῖς παραμετρεῖν, ἀλλὰ τοῖς μέσοις κατὰ φύσιν. Διὸ καὶ τοῖς εὐδαιμονοῦσι γίνεταί ποτε καθῆκον ἐξάγειν ἑαυτούς, καὶ μένειν αὖθις ἐν τῷ ζῆν τοῖς κακοδαιμονοῦσιν.

Plutarchus de comm. not. cp. 11 p. 1063d. Ταῦτα τοίνυν ἐν τῇ Στοᾷ νομοθετεῖται, καὶ πολλοὺς μὲν ἐξάγουσι τῶν σοφῶν, ὡς ἄμεινον εὐδαιμονοῦντας πεπαῦσθαι· πολλοὺς δὲ κατέχουσι τῶν φαύλων, ὡς καθήκοντος αὐτοῖς ζῆν κακοδαιμονοῦντας. Καίτοι ὁ μὲν σοφὸς ὄλβιος, μακάριος, πανευδαίμων, ἀσφαλής, ἀκίνδυνος, ὁ δὲ φαῦλος καὶ ἀνόητος οἷος εἰπεῖν·

Γέμω κακῶν δὴ κοὐκέτ’ ἔσθ’ ὅπου τεθῇ. (Eur. Herc. 1245)
ἀλλὰ καὶ τούτοις μονὴν οἴονται καθήκουσαν εἶναι, κἀκείνοις ἐξαγωγήν. Εἰκότως δέ, φησὶ Χρύσιππος· οὐ γὰρ ἀγαθοῖς καὶ κακοῖς δεῖ παραμετρεῖσθαι τὸν βίον, ἀλλὰ τοῖς κατὰ φύσιν καὶ παρὰ φύσιν.

Plutarchus de Stoic. repugn. cp. 18 p. 1042a. ἐν δὲ τῷ τρίτῳ περὶ Φύσεως ὑπειπὼν ὅτι λυσιτελεῖ ζῆν ἄφρονα μᾶλλον ἢ ⟨μὴ⟩ βιοῦν, κἂν μηδέποτε μέλλῃ φρονήσειν ἐπιλέγει

Τοιαῦτα γὰρ τἀγαθά ἐστι τοῖς ἀνθρώποις, ὥστε τρόπον τινὰ τὰ κακὰ τῶν ἀνὰ μέσον προτερεῖν.

p. 1042b τῶν δ’ ἀνὰ μέσον λεγομένων παρ’ αὐτοῖς μήτε κακῶν ὄντων μήτ’ ἀγαθῶν.

p. 1042c. Βουλόμενος οὖν ταύτην ἐπιλεαίνειν τὴν ἀτοπίαν, ἐπιλέγει περὶ τῶν κακῶν·

Ἔστι δ’ οὐ ταῦτα προτεροῦντα, ἀλλ’ ὁ λόγος, μεθ’ οὗ βιοῦν ἐπιβάλλει μᾶλλον, καὶ εἰ ἄφρονες ἐσόμεθα.

Πρῶτον μὲν οὖν τὰ κακὰ κακίαν λέγει καὶ τὰ μετέχοντα κακίας, ἄλλο δ’ οὐδέν· ἡ δὲ κακία λογικόν ἐστι, μᾶλλον δὲ λόγος ἡμαρτημένος etc.

Plutarchus de Stoic. repugn. cp. 14 p. 1039d. Ἐν γοῦν τοῖς περὶ τοῦ Προτρέπεσθαι, τοῦ Πλάτωνος ἐπιλαμβανόμενος λέγοντος, ὅτι τῷ μηδὲ μαθόντι μηδ’ ἐπισταμένῳ ζῆν, λυσιτελεῖ μὴ ζῆν, ταῦτ’ εἴρηκε κατὰ λέξιν·

Ὁ γὰρ τοιοῦτος λόγος καὶ ἑαυτῷ μάχεται καὶ ἥκιστά ἐστι προτρεπτικός. Πρῶτον γὰρ παραδεικνύων, ὅτι κράτιστον ἡμῖν ἐστι τὸ μὴ ζῆν καὶ τρόπον τινὰ ἀποθνήσκειν ἀξιῶν, πρὸς ἕτερά τινα μᾶλλον ἡμᾶς προὔτρεψεν ἢ τὸ φιλοσοφεῖν· οὐ γὰρ ἔστι μὴ ζῶντα φιλοσοφεῖν· οὐδὲ μὴ πολὺν χρόνον ἐπιζήσαντα κακῶς καὶ ἀπείρως φρόνιμον γενέσθαι. καὶ προελθὼν δέ φησιν ὅτι καὶ τοῖς φαύλοις καθήκει μένειν ἐν τῷ ζῆν. εἶτα κατὰ λέξιν· Πρῶτον γὰρ ἡ ἀρετὴ ψιλῶς οὐδέν ἐστι πρὸς τὸ ζῆν ἡμᾶς, οὕτω δ’ οὐδ’ ἡ κακία οὐδέν ἐστι πρὸς τὸ δεῖν ἡμᾶς ἀπιέναι.

Plutarchus de comm. not. cp. 11 p. 1064a. Καὶ γὰρ Ἡρακλείτῳ, φασί, καὶ Φερεκύδῃ καθήκειν ἄν, εἴπερ ἠδύναντο, τὴν ἀρετὴν ἀφεῖναι καὶ τὴν φρόνησιν, ὥστε παύσασθαι φθειριῶντας καὶ ὑδρωπιῶντας· καὶ τῆς Κίρκης ἐγχεούσης δύο φάρμακα, τὸ μὲν ποιοῦν ἄφρονας ἐκ φρονίμων, τὸ δὲ [φρονίμους] ὄνους ἐξ [ἀφρόνων] ἀνθρώπων, τότε δὴ τὸν Ὀδυσσέα πιεῖν τὸ τῆς ἀφροσύνης μᾶλλον, ἢ μεταβαλεῖν εἰς θηρίου μορφὴν τὸ εἶδος, ἔχοντα τὴν φρόνησιν (καὶ μετὰ τῆς φρονήσεως δηλονότι τὴν εὐδαιμονίαν). Καὶ ταῦτά φασιν αὐτὴν ὑφηγεῖσθαι καὶ παρακελεύεσθαι τὴν φρόνησιν· Ἄφες με καὶ καταφρόνησον ἀπολλυμένης ἐμοῦ καὶ διαφθειρομένης εἰς ὄνου πρόσωπον.

Cf. Cicero apud Lactantium Instit. V 11. Praeclare M. Tullius: Etenim si nemo est, inquit, quin emori malit, quam converti in aliquam figuram bestiae, quamvis hominis mentem sit habiturus; quanto est miserius, in hominis figura animo esse efferato? Mihi quidem tanto videtur, quanto praestabilior est animus corpore.

Cicero de finibus III 18, 60. Sed cum ab his (scil. a principiis naturalibus) omnia proficiscantur officia, non sine causa dicitur, ad ea referri omnes nostras cogitationes, in his et excessum e vita et in vita mansionem. In quo enim plura sunt, quae secundum naturam sunt, huius officium est, in vita manere; in quo autem sunt plura contraria aut fore videntur, huius officium est, e vita excedere. E quo apparet, et sapientis esse aliquando officium, excedere e vita, cum beatus sit, et stulti manere in vita, cum sit miser. 61. Nam bonum illud et malum — postea consequitur; prima autem illa naturae, sive secunda sive contraria, sub iudicium sapientis et dilectum cadunt, estque illa subiecta quasi materia sapientiae. Itaque et manendi in vita et migrandi ratio omnis iis rebus, quas supra dixi, metienda. Nam neque ⟨virtutem qui habet⟩ virtute retinetur in vita, nec iis qui sine virtute sunt, mors

est oppetenda. Et saepe officium est sapientis desciscere a vita, cum sit beatissimus, si id opportune facere possit. Sic enim censent, opportunitatis esse beate vivere, quod est convenienter naturae vivere. Itaque a sapientia praecipitur, se ipsam, si usus sit, sapiens ut relinquat. Quam ob rem cum vitiorum ista vis non sit, ut causam afferant mortis voluntariae, perspicuum est etiam stultorum, qui iidem miseri sint, officium esse manere in vita, si sint in maiore parte rerum earum, quas secundum naturam esse dicimus. Et quoniam excedens e vita et manens aeque miser est, nec diuturnitas magis ei vitam fugiendam facit, non sine causa dicitur iis, qui pluribus naturalibus frui possint, esse in vita manendum.

Alexander Aphrod. de anima libri mant. p. 168, 1 Bruns. καθόλου δέ, εἰ ἡ ἀρετὴ αὐτάρκης πρὸς τὸ παρασχέσθαι τὸν βίον ἡμῶν ἄκρως εὐδαίμονα καὶ μακάριον, πῶς εὔλογος ἐξαγωγὴ τῷ τὴν ἀρετὴν ἔχοντι, ἐν μακαρίῳ βίῳ ὄντι; ὡς γὰρ ἄτοπον τὸ λέγειν τὸν Δία ἐθέλειν ἀποθανεῖν, οὕτως ἄτοπον καὶ τὸν ἐπίσης τούτῳ μακαρίως ζῶντα ἑαυτὸν ἐξάγειν εὐλόγως τοῦδε τοῦ βίου, τῶν μὲν σωματικῶν καὶ ἐκτὸς ἀδιαφόρων ὄντων καὶ μήτε ποιούντων τὴν εὐδαιμονίαν μήτε ἀναιρούντων, τῆς δὲ ἀρετῆς, ἣ μόνη καὶ κατασκευάζει τὸν μακάριον βίον καὶ φυλάττει βέβαιον παροῦσα, μηδέποτ’ ἂν ἀπολειπούσης τὸν σοφόν. — — πῶς γὰρ εὔλογον τὴν ἀρετὴν τοῦθ’ ὑποβάλλειν τῷ σοφῷ;

Clemens Al. Strom. IV 6 p. 576 Pott. αὐτίκα εὔλογον ἐξαγωγὴν τῷ σπουδαίῳ συγχωροῦσι καὶ οἱ φιλόσοφοι, εἴ τι τοῦ πράσσειν [αὐτὸν] οὕτω στερήσειεν αὐτόν, ὡς μηκέτι ἀπολελεῖφθαι αὐτῷ μηδὲ ἐλπίδα τῆς πράξεως.

Alexander Aphrod. de anima libri mant. p. 160, 24 Bruns. εἰ περὶ τὴν τῶν κατὰ φύσιν καὶ οἰκείων ἐκλογὴν ἡ ἐνέργεια τῆς ἀρετῆς καὶ περὶ τὴν ἀποικονομίαν καὶ ἔκκλισιν τῶν τούτοις ἐναντίων, δεῖ δηλονότι παρεῖναι ἃ ἐκλέξεται. οὐ γὰρ δὴ ἀεὶ τῷ ἀνθρώπῳ ταῦτα πάρεστι· διὰ γοῦν τὴν τούτων ἔνδειαν ὁ τὴν ἀρετὴν ἔχων ἑαυτὸν ἐξάγει ποτέ. οὐδὲ γὰρ διὰ τὸ ἀδυνατεῖν ἐκλέγεσθαι ταῦτα ἡ ἐξαγωγή, ὅπερ ἔργον τῆς ἀρετῆς, ἀλλὰ τῷ μὴ παρεῖναι ἃ οὐκ ἐπ’ αὐτῇ.

Alexander Aphrod. de anima libri mant. p. 159, 19 Bruns. ὁ δὲ τὴν ἀρετὴν ἔχων καταλείποι ἄν ποτε τὸν βίον τὸν μετὰ ἀρετῆς ἑκὼν διὰ τὴν ἐξαγωγὴν τὴν εὔλογον.

Excerpta philos. Cod. Coislin. 387 Cramer Anecd. Paris. Vol. IV 403. ἀλλὰ καὶ οἱ Στωϊκοὶ φιλόσοφοι — τὴν φιλοσοφίαν ὑπέλαβον μελέτην εἶναι τοῦ φυσικοῦ θανάτου· διὸ καὶ πέντε τρόπους εὐλόγου ἐξαγωγῆς ἔγραψαν· ἔοικε γάρ, φησιν, ὁ βίος μακρῷ συμποσίῳ, ἐν ᾧ δοκεῖ εὐωχεῖσθαι ἡ ψυχή· καὶ παρ’ ὅσους τρόπους λύεται τὸ συμπόσιον, παρὰ τοσούτους τρόπους γίνονται καὶ εὔλογοι ἐξαγωγαί. Λύεται δὲ τὸ συμπόσιον κατὰ πέντε τρόπους· ἢ διὰ χρείαν μεγάλην ἄφνω καταλαβοῦσαν, οἷον παρουσίαν φίλου διὰ χρόνου· ὑπὸ χαρᾶς γὰρ ἀνίστανται οἱ φίλοι καὶ λύεται τὸ συμπόσιον. ἢ διὰ τοὺς ἐπεισκωμάζοντας καὶ αἰσχροῤῥημονοῦντας λύεται ὁμοίως τὸ συμπόσιον· ἢ διὰ τὸ νεκρὰ καὶ νοσώδη εἶναι τὰ

παρατιθέμενα· ἢ διὰ σπάνιν ἐδεσμάτων· ἢ διὰ μέθην λύεται τὸ συμπόσιον.

Κατὰ τοὺς αὐτοὺς οὖν πέντε τρόπους γίνονται καὶ εὔλογοι ἐξαγωγαί· ἢ διὰ χρείαν μεγάλην καταλαβοῦσαν ὡς προσέταξεν ἡ Πυθία τινὶ ἀποσφάξαι ἑαυτὸν ὑπὲρ τῆς ἰδίας πόλεως, φθορᾶς τῇ πόλει ἐπικειμένης — — ἢ διὰ τοὺς ἐπεισκωμάζοντας τυράννους καὶ ἀναγκάζοντας ἡμᾶς ἢ πράττειν αἰσχρὰ ἢ λέγειν τὰ ἀπόῤῥητα (sequitur narratiuncula de muliere Pythagorea) ἢ διὰ μακρὰν νόσον κωλύουσαν ἐπὶ πολὺ ὀργάνῳ χρῆσθαι τὴν ψυχὴν τῷ σώματι, εὐλόγως δεῖ ἐξάγειν αὐτήν· διὸ καὶ Πλάτων οὐκ ἀποδέχεται τὸ διαιτητικὸν τῆς ἰατρικῆς ὡς παιδαγωγοῦν τὰ νοσήματα καὶ ποιοῦν ἐγχρονίζειν, ἀλλ’ ἀποδέχεται τὸ χειρουργικὸν καὶ φαρμακευτικόν, ᾧ ἐχρῆτο Ἀρχιγένης, ὁ στρατόπεδον θεραπεύων· φησὶ δὲ καὶ Σοφοκλῆς οὐ πρὸς ἰατροῦ σοφοῦ ἐχρῆτο Ἀρχιγένης, ὁ στρατόπεδον θεραπεύων· φησὶ δὲ καὶ Σοφοκλῆς

οὐ πρὸς ἰατροῦ σοφοῦ θρηνεῖν ἐπῳδὰς πρὸς στομῶντι τραύματι (Ai. 582)
ἢ διὰ πενίαν· καὶ καλῶς φησιν ὁ Θέογνις·
χρὴ πενίην φεύγοντα etc.
ἢ διὰ λῆρον· ὥσπερ γὰρ ἐκεῖ ἡ μέθη ἔλυε τὸ συμπόσιον, οὕτως χρὴ πενίην φεύγοντα etc. ἢ διὰ λῆρον· ὥσπερ γὰρ ἐκεῖ ἡ μέθη ἔλυε τὸ συμπόσιον, οὕτως κἀνταῦθα ἔστί τινα ἐξαγαγεῖν ἑαυτὸν διὰ λῆρον· οὐδὲν γάρ ἐστι λῆρος, εἰ μὴ φυσικὴ μέθη· καὶ οὐδέν ἐστι μέθη, εἰ μὴ προαιρετικὸς λῆρος· καὶ ταῦτα μὲν περὶ τούτου.

xml:lang="lat">Cf. Olympiodorum ad Plat. Phaed. p. 5 ed. Finckh.