Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Lactant. div. instit. VI 12. Quin etiam non defuerunt, qui supervacaneam facerent sepulturam, nihilque esse dicerent mali, iacere inhumatum atque abiectum. Quorum impiam sapientiam cum omne humanum genus respuit, tum divinae voces, quae id fieri iubent. Verum illi non audent dicere, id non esse faciendum; sed si forte non fiat, nihil esse incommodi. Itaque in ea re non tam praecipientium quam consolantium funguntur officio, ut si forte id sapienti eveniat, ne se ob hoc miserum putet.
Sextus Emp. adv. math. XI 194. ἐν δὲ τῷ περὶ τοῦ Καθήκοντος (Chrysippus) περὶ τῆς τῶν γονέων ταφῆς διεξερχόμενος ῥητῶς φησίν
Ἀπογενομένων δὲ τῶν γονέων ταφαῖς χρηστέον ταῖς
ἁπλουστάταις, ὡς ἂν τοῦ σώματος καθάπερ ὄνυχος ἢ τριχῶν οὐδὲν ὄντος πρὸς ἡμᾶς, οὐδ’ ἐπιστροφῆς καὶ πολυωρίας προσδεομένων ἡμῶν τοιαύτης τινός. διὸ καὶ χρησίμων μὲν ὄντων τῶν κρεῶν τροφῇ χρήσονται αὐτοῖς, καθάπερ καὶ τῶν ἰδίων μερῶν οἷον ποδὸς ἀποκοπέντος ἐπέβαλλε χρῆσθαι αὐτῷ, καὶ τοῖς παραπλησίοις. ἀχρείων δὲ ὄντων αὐτῶν ἢ κατορύξαντες τὸ μνῆμα ἐποίσουσιν, ἢ κατακαύσαντες τὴν τέφραν ἀφήσουσιν, ἢ μακρότερον ῥίψαντες οὐδεμίαν ἐπιστροφὴν αὐτῶν ποιήσονται καθάπερ ὄνυχος ἢ τριχῶν.Plutarchus de Stoic. repugn. cp. 22 p. 1044f. Καὶ μὴν ἐν τῷ(?) τῶν Προτρεπτικῶν εἰπὼν ὅτι καὶ τὸ μητράσιν ἢ ἀδελφαῖς ἢ θυγατράσιν συγγενέσθαι καὶ τὸ φαγεῖν τι καὶ προελθεῖν ἀπὸ λεχοῦς ἢ θανάτου πρὸς ἱερὸν ἀλόγως διαβέβληται. καὶ πρὸς τὰ θηρία φησὶ δεῖν ἀποβλέπειν, καὶ τοῖς ὑπ’ ἐκείνων γινομένοις τεκμαίρεσθαι τὸ μηδὲν ἄτοπον μηδὲ παρὰ φύσιν εἶναι τῶν τοιούτων· εὐκαίρως γὰρ πρὸς ταῦτα γίνεσθαι τὰς τῶν ἄλλων ζῴων παραθέσεις, εἰς τὸ μήτε συγγινόμενα μήτε γεννῶντα μήτ’ ἐναποθνήσκοντα ἐν τοῖς ἱεροῖς μιαίνειν τὸ θεῖον.
Plutarchusde Stoic. repugn. cp. 22 p. 1045a. Ἐν δὲ τῷ πέμπτῳ πάλιν περὶ Φύσεως λέγει καλῶς μὲν ἀπαγορεύειν τὸν Ἡσίοδον, εἰς ποταμοὺς καὶ κρήνας οὐρεῖν· ἔτι δὲ μᾶλλον ἀφεκτέον εἶναι τοῦ πρὸς βωμὸν οὐρεῖν ἢ ἀφίδρυμα θεοῦ· μὴ γὰρ εἶναι πρὸς λόγον, εἰ κύνες καὶ ὄνοι τοῦτο ποιοῦσι καὶ παιδάρια νήπια, μηδεμίαν ἐπιστροφὴν μηδ’ ἐπιλογισμὸν ἔχοντα περὶ τῶν τοιούτων.