Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Origenes contra Celsum III 25 Vol. I p. 221, 3 Kö. (p. 461 Delarue). εἴπερ μέσον ἐστὶν ἡ τῶν σωμάτων ἰατρικὴ καὶ πρᾶγμα πῖπτον οὐκ εἰς ἀστείους μόνον ἀλλὰ καὶ φαύλους, μέσον δὲ καὶ ἡ περὶ τῶν μελλόντων πρόγνωσις· οὐ γὰρ πάντως ἐμφαίνει τὸ ἀστεῖον ὁ προγιγνώσκων.

Origenes contra Celsum IV 96 Vol. I p. 368, 23 Kö. (p. 574 Del.). Χρὴ δ’ εἰδέναι ὅτι τὸ τὰ μέλλοντα προγιγνώσκειν οὐ πάντως θεῖόν ἐστι· καθ’ αὑτὸ γὰρ μέσον ἐστὶ καὶ πῖπτον εἰς φαύλους καὶ ἀστείους· καὶ ἰατροὶ γοῦν ἀπὸ ἰατρικῆς προγιγνώσκουσί τινα, κἂν φαῦλοι τὸ ἦθος τυγχάνωσιν, οὕτω δὲ καὶ κυβερνῆται, κἂν μοχθηροὶ τυγχάνωσιν ὄντες, προγιγνώσκουσιν ἐπισημασίας καὶ ἀνέμων σφοδρότητας καὶ τροπὰς περὶ τὸ περιέχον ἔκ τινος πείρας καὶ τηρήσεως καὶ οὐ δήπου παρὰ τοῦτο θείους τις ἂν αὐτοὺς εἶναι φήσειε, ἂν τύχωσι μοχθηροὶ εἶναι τὸ ἦθος.