Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Plutarchus de comm. not. cp. 28 p. 1072f. Τῶν δὲ περὶ Ἔρωτος φιλοσοφουμένων ἐν τῇ Στοᾷ παρὰ τὰς κοινὰς ἐννοίας, τῆς ἀτοπίας πᾶσιν αὐτοῖς μέτεστιν. Αἰσχροὺς μὲν γὰρ εἶναι τοὺς νέους, φαύλους γ’ ὄντας καὶ ἀνοήτους, καλοὺς δὲ τοὺς σοφούς· ἐκείνων δὲ τῶν καλῶν μηδένα μήτ’ ἐρᾶσθαι μήτ’ ἀξιέραστον εἶναι. Καὶ οὐ τοῦτό πω δεινόν· ἀλλὰ καὶ τοὺς ἐρασθέντας αἰσχρῶν παύεσθαι λέγουσι καλῶν γενομένων. p. 1072b. Ἥν δὲ λέγοντες καὶ ὀνομάζοντες ἔμφασιν κάλλους ἐπαγωγὸν εἶναι τοῦ ἔρωτος λέγουσι, πρῶτον μὲν οὐκ ἔχει τὸ πιθανόν· ἐν γὰρ αἰσχίστοις καὶ κακίστοις οὐκ ἂν ἔμφασις γένοιτο κάλλους· εἴπερ, ὡς λέγουσιν, ἡ μοχθηρία τοῦ ἤθους ἀναπίμπλησι τὸ εἶδος.

ibidem. θήρα γάρ τις, φασίν, ἐστὶν ὁ ἔρως, ἀτελοῦς μέν, εὐφυοῦς δὲ μειρακίου πρὸς ἀρετήν.

Stobaeus Florileg. 63, 31 Mein. Χρυσίππου· Εἰπόντος τινός, οὐκ ἐρασθήσεται ὁ σοφός· μαρτυρεῖ γοῦν Μενέδημος, Ἐπίκουρος, Ἀλεξῖνος· Ταύτῃ, ἔφη, χρήσομαι ἀποδείξει· εἰ γὰρ Ἀλεξῖνος ὁ ἀνάγωγος καὶ Ἐπίκουρος ὁ ἀναίσθητος καὶ Μενέδημος ὁ - - οὔ φησιν, ἐρασθήσεται ἄρα.

Scholia Dionys. Thrac. Bekker Anecd. Gr. p. 667. καὶ πάλιν τὸν ἔρωτα οἱ μὲν Ἐπικούρειοί φασιν εἶναι σύντονον ἀφροδισίων ὄρεξιν, οἱ δὲ ἀπὸ τῆς Στοᾶς ἐπιβολὴν φιλοποιΐας νέων [κορῶν] διὰ κάλλος ἐμφαινόμενον· διπλοῦς δὲ ὁ ἔρως ἐστίν, ὁ μὲν ψυχῆς, ὁ δὲ σώματος.

Alexander Aphrod. comm. in Aristot. Topica II p. 75 Ald. p. 139, 21 Wal. ἀλλὰ καὶ τὸ ὅτι οὐδεὶς ἔρως ἀστεῖος πρόβλημα καθόλου ὄν ἀποφατικὸν ἀνασκευάσομεν ὅτι μὴ πᾶς ἔρως φαῦλος, διελόντες τὸν ἔρωτα εἴς τε σύντονον ὄρεξιν ἀφροδισίων ὡς Ἐπίκουρος λέγει, ὃν οὐχ οἷόν τε ἀστεῖον εἶναι, καὶ εἰς ἐπιβολὴν φιλοποιΐας διὰ κάλλος ἐμφαινόμενον, ὡς οἱ ἀπὸ τῆς Στοᾶς.

Cf. etiam p. 77 Ald. p. 144, 5 Wal.