Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Diog. Laërt. VII 123. τὴν μέντοι ἄσκησιν ἀποδέξεται (scil. ὁ σοφὸς) ὑπὲρ τῆς τοῦ σώματος ὑπομονῆς.

Diog. Laërt. VII 129. καὶ ἐρασθήσεσθαι δὲ τὸν σοφὸν τῶν νέων, τῶν ἐμφαινόντων διὰ τοῦ εἴδους τὴν πρὸς ἀρετὴν εὐφυΐαν, ὥς φησι Ζήνων ἐν τῇ πολιτείᾳ καὶ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ Βίων καὶ Ἀπολλόδωρος ἐν τῇ ἠθικῇ. εἶναι δὲ τὸν ἔρωτα ἐπιβολὴν φιλοποιΐας, διὰ κάλλος ἐμφαινόμενον· καὶ μὴ εἶναι συνουσίας, ἀλλὰ φιλίας. τὸν γοῦν Θρασωνίδην καίπερ ἐν ἐξουσίᾳ ἔχοντα τὴν ἐρωμένην διὰ τὸ μισεῖσθαι ἀπέχεσθαι αὐτῆς (cf. n. 650sq.).

Stobaeus ecl. II 65, 15 W. δογματίζουσι καὶ ὅτι καὶ νουνεχόντως καὶ διαλεκτικῶς ποιεῖ (scil. ὁ σοφὸς) καὶ συμποτικῶς καὶ ἐρωτικῶς. τὸν δὲ ἐρωτικὸν καὶ διχῇ λέγεσθαι, τὸν μὲν κατὰ τὴν ἀρετὴν ποιὸν σπουδαῖον ὄντα, τὸν δὲ κατὰ τὴν κακίαν ἐν ψόγῳ, ὡς ἂν ἐρωτομανῆ τινα. εἶναι δ’ ἔρωτα ⟨τὸν σπουδαῖον φιλίας⟩. τόν τ’ ἀξιέραστον ὁμοίως λέγεσθαι τῷ ἀξιοφιλήτῳ, καὶ οὐ τῷ ἀξιαπολαύστῳ· τὸν γὰρ ἄξιον σπουδαίου ἔρωτος, τοῦτον εἶναι ἀξιέραστον. Ὁμοίως δὲ τῇ ἐρωτικῇ τὴν συμποτικὴν παραλαμβάνουσιν εἰς τὰς ἀρετάς, τὴν μὲν περὶ τὸ ἐν συμποσίῳ καθῆκον ἀναστρεφομένην ἐπιστήμην οὖσαν τοῦ πῶς δεῖ ἐξάγεσθαι τὰ συμπόσια καὶ τοῦ πῶς δεῖ συμπίνειν· τὴν δ’ ἐπιστήμην νέων θήρας εὐφυῶν, προτρεπτικὴν οὖσαν ἐπὶ τὴν κατ’ ἀρετήν, καὶ καθόλου ἐπιστήμην τοῦ καλῶς ἐρᾶν· διὸ καί φασιν ἐρασθήσεσθαι τὸν νοῦν ἔχοντα. Τὸ δὲ ἐρᾶν αὐτὸ μόνον ἀδιάφορον εἶναι, ἐπειδὴ γίνεταί ποτε καὶ περὶ φαύλους. Τὸν δὲ ἔρωτα οὔτε ἐπιθυμίαν εἶναι οὔτε τινὸς φαύλου πράγματος, ἀλλ’ ἐπιβολὴν φιλοποιίας διὰ κάλλους ἔμφασιν.

Diog. Laërt. VII 129. εἶναι οὖν τὸν ἔρωτα φιλίας, ὡς καὶ

Χρύσιππος ἐν τῷ περὶ Ἔρωτος φησί, καὶ μὴ εἶναι ἐπίμεμπτον αὐτόν. εἶναι δὲ καὶ τὴν ὥραν ἄνθος ἀρετῆς.

Plutarchus de comm. not. cp. 28 p. 1072f. Τῶν δὲ περὶ Ἔρωτος φιλοσοφουμένων ἐν τῇ Στοᾷ παρὰ τὰς κοινὰς ἐννοίας, τῆς ἀτοπίας πᾶσιν αὐτοῖς μέτεστιν. Αἰσχροὺς μὲν γὰρ εἶναι τοὺς νέους, φαύλους γ’ ὄντας καὶ ἀνοήτους, καλοὺς δὲ τοὺς σοφούς· ἐκείνων δὲ τῶν καλῶν μηδένα μήτ’ ἐρᾶσθαι μήτ’ ἀξιέραστον εἶναι. Καὶ οὐ τοῦτό πω δεινόν· ἀλλὰ καὶ τοὺς ἐρασθέντας αἰσχρῶν παύεσθαι λέγουσι καλῶν γενομένων. p. 1072b. Ἥν δὲ λέγοντες καὶ ὀνομάζοντες ἔμφασιν κάλλους ἐπαγωγὸν εἶναι τοῦ ἔρωτος λέγουσι, πρῶτον μὲν οὐκ ἔχει τὸ πιθανόν· ἐν γὰρ αἰσχίστοις καὶ κακίστοις οὐκ ἂν ἔμφασις γένοιτο κάλλους· εἴπερ, ὡς λέγουσιν, ἡ μοχθηρία τοῦ ἤθους ἀναπίμπλησι τὸ εἶδος.

ibidem. θήρα γάρ τις, φασίν, ἐστὶν ὁ ἔρως, ἀτελοῦς μέν, εὐφυοῦς δὲ μειρακίου πρὸς ἀρετήν.

Stobaeus Florileg. 63, 31 Mein. Χρυσίππου· Εἰπόντος τινός, οὐκ ἐρασθήσεται ὁ σοφός· μαρτυρεῖ γοῦν Μενέδημος, Ἐπίκουρος, Ἀλεξῖνος· Ταύτῃ, ἔφη, χρήσομαι ἀποδείξει· εἰ γὰρ Ἀλεξῖνος ὁ ἀνάγωγος καὶ Ἐπίκουρος ὁ ἀναίσθητος καὶ Μενέδημος ὁ - - οὔ φησιν, ἐρασθήσεται ἄρα.

Scholia Dionys. Thrac. Bekker Anecd. Gr. p. 667. καὶ πάλιν τὸν ἔρωτα οἱ μὲν Ἐπικούρειοί φασιν εἶναι σύντονον ἀφροδισίων ὄρεξιν, οἱ δὲ ἀπὸ τῆς Στοᾶς ἐπιβολὴν φιλοποιΐας νέων [κορῶν] διὰ κάλλος ἐμφαινόμενον· διπλοῦς δὲ ὁ ἔρως ἐστίν, ὁ μὲν ψυχῆς, ὁ δὲ σώματος.

Alexander Aphrod. comm. in Aristot. Topica II p. 75 Ald. p. 139, 21 Wal. ἀλλὰ καὶ τὸ ὅτι οὐδεὶς ἔρως ἀστεῖος πρόβλημα καθόλου ὄν ἀποφατικὸν ἀνασκευάσομεν ὅτι μὴ πᾶς ἔρως φαῦλος, διελόντες τὸν ἔρωτα εἴς τε σύντονον ὄρεξιν ἀφροδισίων ὡς Ἐπίκουρος λέγει, ὃν οὐχ οἷόν τε ἀστεῖον εἶναι, καὶ εἰς ἐπιβολὴν φιλοποιΐας διὰ κάλλος ἐμφαινόμενον, ὡς οἱ ἀπὸ τῆς Στοᾶς.

Cf. etiam p. 77 Ald. p. 144, 5 Wal.

Clemens Al. Strom. II p. 483 Pott. Τριττὰ δὲ εἴδη φιλίας διδασκόμεθα καὶ τούτων τὸ μὲν πρῶτον καὶ ἄριστον τὸ κατ’ ἀρετήν· στεῤῥὰ γὰρ ἡ ἐκ λόγου ἀγάπη· τὸ δὲ δεύτερον καὶ μέσον κατ’ ἀμοιβήν· κοινωνικὸν δὲ τοῦτο καὶ μεταδοτικὸν καὶ βιωφελές· κοινὴ γὰρ ἡ ἐκ χάριτος φιλία· τὸ δὲ ὕστατον καὶ τρίτον ἡμεῖς μὲν τὸ ἐκ συνηθείας φαμέν· οἱ δὲ τὸ καθ’ ἡδονὴν τρεπτὸν καὶ μεταβλητόν.

Plutarchus de Stoic. repugn. cp. 13 p. 1039b. Ἔτι τοίνυν ἐν τῷ δευτέρῳ περὶ Φιλίας, διδάσκων ὡς οὐκ ἐπὶ πᾶσι δεῖ τοῖς ἁμαρτήμασι τὰς φιλίας διαλύεσθαι, ταύταις κέχρηται ταῖς λέξεσι (sc. Chrysippus)

Προσήκει γὰρ τὰ μὲν ὅλως παραπέμπεσθαι, τὰ δὲ μικρᾶς ἐπιστροφῆς τυγχάνειν, τὰ δὲ καὶ ἐπὶ μεῖζον, τὰ δὲ ὅλως διαλύσεως ἀξιοῦσθαι - - ἐν τῷ αὐτῷ φησιν ὅτι τοῖς μὲν ἐπὶ πλεῖον, τοῖς δ’ ἐπ’ ἔλαττον συμβαλοῦμεν· ὥστε τοὺς μὲν μᾶλλον, τοὺς δὲ ἧττον φίλους εἶναι· ἐπὶ πολὺ δὲ τῆς τοιαύτης παραλλαγῆς γενομένης, οἱ μὲν τοσαύτης οἱ δὲ τοσαύτης γίνονται φιλίας ἄξιοι· καὶ οἱ μὲν ἐπὶ τοσοῦτον ⟨οἱ δὲ ἐπὶ τοσοῦτον⟩ πίστεως καὶ τῶν ὁμοίων καταξιωθήσονται.

Seneca de beneficiis II 17, 3. Volo Chrysippi nostri uti similitudine de pilae lusu: quam cadere non est dubium aut mittentis vitio aut excipientis. tunc cursum suum servat, ubi inter manus utriusque apte ab utroque et iactata et excepta versatur. necesse est autem lusor bonus aliter illam conlusori longo, aliter brevi mittat. Eadem beneficii ratio est: nisi utrique personae dantis et accipientis aptatur, nec ab hoc exibit nec ad illum perveniet, ut debet. Si cum exercitato et docto negotium est, audacius pilam mittemus. Utcumque enim venerit, manus illam expedita et agilis repercutiet. Si cum tirone et indocto, non tam rigide nec tam excusse, sed languidius et in ipsam eius dirigentes manum remisse occurremns. Idem faciendum est in beneficiis: quosdam doceamus et satis iudicemus, si conantur, si audent, si volunt. Facimus autem plerumque ingratos et ut sint favemus, tamquam ita demum magna sint beneficia nostra, si gratia illis referri non potuit: ut malignis lusoribus propositum est conlusorem traducere, cum damno scilicet ipsius lusus, qui non potest nisi consentitur extendi (fortasse ex libro περὶ Χαρίτων).

(cp. 31-35. agitur de paradoxo Stoicorum: eum qui libenter accepit, gratiam reddidisse. cp. 32. pilae similitudo recurrit Unde efficere possis hic quoque Hecatonem Chrysippo uti).

Seneca de beneficiis II 25, 3. Qui gratus futurus est, statim dum accipit de reddendo cogitet. Chrysippus quidem dicit illum velut in certamen cursus compositum et carceribus inclusum opperiri debere tempus suum, ad quod velut dato signo prosiliat. Et quidem magna illi celeritate opus est, magna contentione, ut consequatur antecedentem.

(ex libro περὶ Χαρίτων.)

Hieronymus adv. Iovinianum II 48. Ridicule Chrysippus ducendam uxorem sapienti praecipit, ne Iovem Gamelium et Genethlium violet. Isto enim modo apud Latinos ducenda uxor non erit, quia Iovem non habent nuptialem.

Dio Chrys. VII § 134 (de lenonibus) οὐκ αἰσχυνομένους οὐδένα ἀνθρώπων ἢ θεῶν, οὔτε Δία γενέθλιον οὔτε Ἥραν γαμήλιον.

Diog. Laërt. VII 131. ἀρέσκει δὲ αὐτοῖς καὶ κοινὰς εἶναι τὰς γυναῖκας δεῖν παρὰ τοῖς σοφοῖς· ὥστε τὸν ἐντυχόντα τῇ ἐντυχούσῃ χρῆσθαι, καθά φησι Ζήνων ἐν τῇ πολιτείᾳ καὶ Χρύσιππος ἐν τῷ περὶ Πολιτείας - - πάντας τε παῖδας ἐπίσης στέρξομεν πατέρων τρόπον καὶ ἡ ἐπὶ μοιχείᾳ ζηλοτυπία περιαιρεθήσεται.

Origenes contra Celsum VII 63 Vol. II p. 213, 6 Kö. (p. 739 Del.). ἐκκλίνουσι τὸ μοιχεύειν οἱ τὰ τοῦ Κιτιέως Ζήνωνος φιλοσοφοῦντες - - διὰ τὸ ⟨μὴ⟩ κοινωνικὸν καὶ παρὰ φύσιν εἶναι τῷ λογικῷ ζώῳ νοθεύειν τὴν ὑπὸ τῶν νόμων ἑτέρῳ προκαταληφθεῖσαν γυναῖκα καὶ φθείρειν τὸν ἄλλου ἀνθρώπου οἶκον.

Clemens Al. Paedag. II p. 224 Pott. εἰ γὰρ οὐδὲ τὸν δάκτυλον ὡς ἔτυχε σαλεύειν τῷ σοφῷ ὁ λόγος ἐπιτρέπει, ὡς ὁμολογοῦσιν οἱ Στωϊκοί, πῶς οὐχὶ πολὺ πλέον τοῦ συνουσιαστικοῦ ἐπικρατητέον μορίου τοῖς σοφίαν διώκουσιν;

Diog. Laërt. VII 120. δοκεῖ δὲ αὐτοῖς καὶ γονέας σεβήσεσθαι (scil. τοὺς σπουδαίους) καὶ ἀδελφοὺς ἐν δευτέρᾳ μοίρᾳ μετὰ τοὺς θεούς. φασὶ δὲ καὶ τὴν πρὸς τὰ τέκνα φιλοστοργίαν φυσικὴν εἶναι αὐτοῖς καὶ ἐν φαύλοις μὴ εἶναι.

Origenes contra Celsum IV 16 Vol. I p. 285, 23 Kö. (p. 511 Delarue). Εἰσὶ γὰρ διάφοροι οἱονεὶ τοῦ λόγου μορφαί, καθὼς ἑκάστῳ τῶν εἰς ἐπιστήμην ἀγομένων φαίνεται ὁ λόγος, ἀνάλογον τῇ ἕξει τοῦ εἰσαγομένου, ἢ ἐπ’ ὀλίγον προκόπτοντος ἢ ἐπὶ πλεῖον ἢ καὶ ἐγγὺς ἤδη γινομένου τῆς ἀρετῆς ἢ καὶ ἐν ἀρετῇ γεγενημένου.

Quintilianus instit. orat. I 1, 15-16. Quidam litteris instituendos qui minores septem annis essent non putaverunt, quod illa primum aetas et intellectum disciplinarum capere et laborem pati posset. - - melius autem qui nullum tempus vacare cura volunt, ut Chrysippus. nam is, quamvis nutricibus triennium dederit, tamen ab illis quoque iam formandam quam optimis institutis mentem infantium iudicat.

Quintilianus instit. orat. I 1, 4. Ante omnia ne sit vitiosus sermo nutricibus, quas, si fieri posset, sapientes Chrysippus optavit, certe quantum res pateretur optimas eligi voluit. et morum quidem in his haud dubie prior ratio est: recte tamen etiam loquantur. has primum audiet puer, harum verba effingere imitando conabitur etc.