Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Plutarchus de Stoic. repugn. cp. 21 p. 1044b. Ἐν δὲ τῷ περὶ Πολιτείας οὐδὲν ἡδονῆς ἕνεκα πράξειν οὐδὲ παρασκευάσεσθαί φησι τοὺς πολίτας καὶ τὸν Εὐριπίδην ἐπαινεῖ, ταῦτα προφεφόμενος (fab. inc. 884N)

Ἐπεὶ τί δεῖ βροτοῖσι, πλὴν δυοῖν μόνων, Δήμητρος ἀκτῆς πώματός θ’ ὑδρηχόου;
εἶτα μικρὸν ἀπὸ τούτων προελθὼν ἐπαινεῖ τὸν Διογένη, τὸ αἰδοῖον ἀποτριβόμενον ἐν φανερῷ καὶ λέγοντα πρὸς τοὺς παρόντας· Εἴθε καὶ τὸν λιμὸν οὕτως ἀποτρίψασθαι τῆς γαστρὸς ἠδυνάμην.

Cf. Gellius N. A. VI 16, 6. si versus Euripidi recordemur, quibus saepissime Chrysippus philosophus usus, tanquam edendi * * repertas esse non per usum vitae necessarium, sed per luxum animi, parata atque facilia fastidientis per inprobam satietatis lasciviam. Versus Euripidi adscribendos putavi:

Ἐπεὶ τί δεῖ βροτοῖσι, πλὴν δυεῖν μόνον, Δήμητρος ἀκτῆς, πώματος θ’ ὑδρηχόου, Ἅπερ πάρεστι καὶ πέφυχ’ ἡμᾶς τρέφειν; Ὧν οὐκ ἀπαρκεῖ πλησμονή, τρυφῇ δέ τοι Ἄλλων ἐδεστῶν μηχανὰς θηρώμεθα.

Philo de fortitudine p. 376 Vol. II Mang. Ἐνδεὴς δὲ - - τὸ παράπαν οὐδὲ εἷς ἐστι χορηγὸν ἔχων τὸν τῆς φύσεως ἀκαθαίρετον πλοῦτον· ἀέρα μὲν τὴν πρώτην καὶ ἀναγκαιοτάτην καὶ συνεχῆ τροφήν, ἀδιαστάτως μεθ’ ἡμέραν τε καὶ νύκτωρ ἀναπνεόμενον· ἔπειτα δὲ πηγὰς ἀφθόνους - - πρὸς πότου χρῆσιν· ἔπειτα εἰς ἐδωδὴν φορὰς παντοίων καρπῶν καὶ δένδρων ἰδέας, αἳ τὰς ἑτησίους ὀπώρας ἀεὶ φέρουσι.