Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Philo Leg. Alleg. III § 201 Vol. I p. 157, 25 Wendl. ὥσπερ γὰρ ἑτέρως τύπτεται ὁ ἀθλητὴς καὶ ὁ δοῦλος· ὁ μὲν καθ’ ὑπόπτωσιν ἐνδιδοὺς πρὸς τὰς αἰκίας καὶ ὑπείκων, ὁ δ’ ἀθλητὴς ἀντέχων καὶ ἀντιστατῶν καὶ τὰς ἐπιφερομένας ἀποσειόμενος· καὶ κείρεις ἑτέρως μὲν ἄνθρωπον, ἑτέρως δὲ τὸ κώδιον· τὸ μὲν γὰρ ἐν τῷ πάσχειν μόνον ἐξετάζεται· ὁ δ’ ἄνθρωπος καὶ ἀντιδρᾷ καὶ ὥσπερ ἀντιπέπονθε, σχηματίζων ἑαυτὸν πρὸς τὸ κείρεσθαι· οὕτως ὁ μὲν ἀλόγιστος ἀνδραπόδων δίκην ἑτέρῳ ὑπείκει καὶ ὑποπίπτει ταῖς ἀλγηδόσιν ὡς ἀφορήτοις δεσποίναις, ἀντιβλέψαι πρὸς αὐτὰς ἀδυνατῶν -. Παρὸ δὴ καὶ πλῆθος ἄπειρον διὰ τῶν αἰσθήσεων αὐτῷ τῶν ὀδυνηρῶν ἐπαντλεῖται. Ὁ δ’ ἐπιστήμων, ἀθλητοῦ τρόπον μετὰ δυνάμεως καὶ ῥώμης καρτερῶς ἀντιβάς, πρὸς τὰ ἀλγεινὰ πάντα ἀντιπνεῖ, ὡς μὴ τιτρώσκεσθαι πρὸς αὐτῶν, ἀλλ’ ἐξαδιαφορεῖν ἕκαστον. Καί μοι δοκεῖ νεανιευσάμενος ἂν ἐπιφωνῆσαι τὸ τραγικὸν πρὸς τὴν ἀλγηδόνα οὕτως·
(Eur. fr. 687N) Πίμπρα κάταιθε σάρκας, ἐμπλήσθητί μου Πίνουσα κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω Γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεισ’ 〈ἐς〉 αἰθέρα Πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον.
Stobaeus ecl. II 103, 24 W. φασὶ δὲ καὶ ἄγροικον εἶναι πάντα φαῦλον· τὴν γὰρ ἀγροικίαν ἀπειρίαν εἶναι τῶν κατὰ πόλιν ἐθῶν καὶ νόμων· ᾗ πάντα φαῦλον ἔνοχον ὑπάρχειν. εἶναι δὲ καὶ ἄγριον, ἐναντιωτικὸν ὄντα τῇ κατὰ νόμον διεξαγωγῇ καὶ θηριώδη καὶ βλαπτικὸν ἄνθρωπον. Τὸν δ’ αὐτὸν τοῦτον καὶ ἀνήμερον ὑπάρχειν καὶ τυραννικόν, οὕτως διακείμενον ὥστε δεσποτικὰ ποιεῖν, ἔτι δὲ ὠμὰ καὶ βίαια καὶ παράνομα καιρῶν ἐπιλαβόμενον. Εἶναι δὲ καὶ ἀχάριστον, οὔτε πρὸς ἀνταπόδοσιν χάριτος οἰκείως ἔχοντα οὔτε
πρὸς μετάδοσιν διὰ τὸ μήτε κοινῶς τι ποιεῖν μήτε φιλικῶς μήτ’ ἀμελετήτως.Philo quaest. et solut. in Genesin IV 165 (p. 371 Aucher). Ad haec cum agrestis sit (scil. ὁ φαῦλος), est etiam urbe carens et transfuga a lege et rectae vitae gustus nescius, rebellis et contumax, nullius rei iustorum aut bonorum particeps, familiaritatis, humanitatis et communitatis inimicus, vitam agens insociam.
Philo Leg. Alleg. III § 1 Vol. I p. 113, 3 Wendl. δόγμα εἰσηγεῖται διδάσκον, ὅτι ὁ φαῦλος φυγάς ἐστιν. εἰ γὰρ πόλις οἰκεία τῶν σοφῶν ἡ ἀρετή, ταύτης ὁ μὴ δυνάμενος μετέχειν ἀπελήλαται πόλεως, ἧς ἀδυνατεῖ μετέχειν ὁ φαῦλος. ἀπελήλαται ἄρα καὶ πεφυγάδευται μόνος ὁ φαῦλος.