Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Plutarchus de Stoic. repugn. cp. 31 (cf. de comm. not. cp. 33 p. 1076b). Καὶ μὴν οὔθ’ αὑτὸν ὁ Χρύσιππος ἀποφαίνει σπουδαῖον οὔτε τινὰ τῶν αὑτοῦ γνωρίμων ἢ καθηγεμόνων. Τί οὖν περὶ τῶν ἄλλων φρονοῦσιν, ἢ ταῦτα ἅπερ λέγουσι; μαίνεσθαι πάντας, ἀφραίνειν, ἀνοσίους εἶναι, παρανόμους, ἐπ’ ἄκρον ἥκειν δυστυχίας, κακοδαιμονίας ἁπάσης [εἶτα προνοίᾳ θεῶν διοικεῖσθαι τὰ καθ’ ἡμᾶς οὕτως ἀθλίως πράττοντας addit Plutarchus]. paullo infra: si dei nobis nocere vellent, οὐκ ἂν δύναιντο διαθεῖναι χεῖρον ἢ νῦν ἔχομεν, ὡς Χρύσιππος ἀποφαίνει, μήτε κακίας ὑπερβολὴν ἀπολείπειν μήτε κακοδαιμονίας τὸν βίον· ὥστ’ εἰ λάβοι φωνήν, εἰπεῖν ἂν αὐτὸν τὰ τοῦ Ἡρακλέους· (Eur. Herc. 1245)
Γέμω κακῶν δὴ κοὐκέτ’ ἔσθ’ ὅπου τεθῇ·Τίνας οὐ ἄν τις εὕροι μαχομένας μᾶλλον ἀλλήλαις ἀποφάσεις τῆς περὶ θεῶν Χρυσίππου καὶ τῆς περὶ ἀνθρώπων, τοὺς μὲν ὡς ἔνι βέλτιστα προνοεῖν, τοὺς δὲ ὡς ἔνι χείριστα πράττειν λέγοντος;
Plutarchus de comm. not. cp. 10 p. 1062f. ἔτι δὲ μᾶλλον ἐν τοῖς πράγμασιν, ὅταν πάντας ἐπίσης κακοὺς καὶ ἀδίκους καὶ ἀπίστους καὶ ἄφρονας τοὺς μὴ σοφοὺς ἀποφαίνοντες etc.
Diogenianus apud Eusebium praep. evang. VI p. 264b. πῶς οὖν οὐδένα φὴς ἄνθρωπον, ὃς οὐχὶ μαίνεσθαί σοι δοκεῖ κατ’ ἴσον Ὀρέστῃ τε καὶ Ἀλκμαίωνι, πλὴν τοῦ σοφοῦ; ἕνα δὲ ἢ δύο μόνους φὴς σοφοὺς γεγονέναι, τοὺς δὲ ἄλλους δι’ ἀφροσύνην ἐπίσης τοῖς προειρημένοις μεμηνέναι;
ibidem c. πρῶτον μὲν γὰρ οὐδὲ σὺ φὴς σοφὸν εἶναι σεαυτόν etc.
Porphyrio ad Hor. ep. I 1, 82. Utraque haec a Stoicis dicuntur in insaniam vulgi: primum quod inter se dissideant, deinde quod a semet ipsis mutent subinde proposita.