Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Alexander Aphrod. de anima libri mant. p. 162, 32 Bruns. ἔτι εἰ αἱ κοιναὶ περὶ εὐδαιμονίας ἔννοιαι αὐτάρκειάν τε αὐτὴν ζωῆς τίθενται (ἀνεπιδεῆ γὰρ τὸν εὐδαίμονα προειλήφασιν) καὶ τὴν εὐδαιμονίαν τὸ ἔσχατον τῶν ὀρεκτῶν ὑπολαμβάνουσιν (ἀλλὰ καὶ τὸ ζῆν κατὰ φύσιν καὶ τὸν κατὰ φύσιν βίον εὐδαιμονίαν λέγουσιν, πρὸς δὲ τούτοις τὸ εὖ ζῆν καὶ τὸ εὖ βιοῦν καὶ τὴν εὐζωΐαν εὐδαιμονίαν φασίν εἶναι) εἰ τοιοῦτον μὲν ἡ εὐδαιμονία προείληπται, πρὸς μηδὲν δὲ τούτων αὐτάρκης ἡ ἀρετή, οὐδ’ ἂν πρὸς εὐδαιμονίαν αὐτάρκης εἴη.
Alexander Aphrod. de anima libri mant. p. 159, 33 Bruns. ἔτι εἰ πᾶσα τέχνη ἕτερον ἑαυτῆς ποιεῖ τι καὶ οὐχ ἑαυτήν, ἡ δὲ ἀρετὴ τέχνη κατ’ αὐτοὺς εὐδαιμονίας ποιητική, ἕτερον ἂν εἴη τῆς ἀρετῆς ἡ εὐδαιμονία.
Alexander in Aristot. Top. p. 93 Ald. p. 173, 11. οὕτως ἐπεὶ τῷ λέγοντι τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν ἕπεται τό τε μὴ εἶναι εὔλογον ἐξαγωγὴν καὶ τὸ μὴ εἶναι αἱρετὸν τὴν ὑγείαν μηδέ τι ἄλλο παρὰ τὴν ἀρετήν, ἂν τούτων τι ἀναιρεθῇ, ἀνῃρημένον ἂν εἴη τὸ τὴν ἀρετὴν αὐτάρκη εἶναι πρὸς εὐδαιμονίαν.
Plut. de Stoic. repugn. cp. 9 p. 1035c. Πάλιν ἐν ταῖς Φυσικαῖς Θέσεσιν Οὐ γὰρ ἔστιν ἄλλως οὐδ’ οἰκειότερον ἐπελθεῖν ἐπὶ τὸν τῶν ἀγαθῶν καὶ κακῶν λόγον, οὐδ’ ἐπὶ τὰς ἀρετάς, οὐδ’ ἐπὶ εὐδαιμονίαν, ἀλλ’ ἢ ἀπὸ τῆς κοινῆς φύσεως καὶ ἀπὸ τῆς τοῦ κόσμου διοικήσεως προελθὼν δ’ αὖθις· δεῖ γὰρ τούτοις συνάψαι τὸν περὶ ἀγαθῶν καὶ κακῶν λόγον, οὐκ οὔσης ἄλλης ἀρχῆς αὐτῶν ἀμείνονος οὐδ’ ἀναφορᾶς, οὐδ’ ἄλλου τινὸς ἕνεκεν τῆς φυσικῆς θεωρίας παραληπτῆς οὔσης, ἢ πρὸς τὴν περὶ ἀγαθῶν ἢ κακῶν διάστασιν.