Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Alexander Aphrod. de anima libri mant. p. 162, 32 Bruns. ἔτι εἰ αἱ κοιναὶ περὶ εὐδαιμονίας ἔννοιαι αὐτάρκειάν τε αὐτὴν ζωῆς τίθενται (ἀνεπιδεῆ γὰρ τὸν εὐδαίμονα προειλήφασιν) καὶ τὴν εὐδαιμονίαν τὸ ἔσχατον τῶν ὀρεκτῶν ὑπολαμβάνουσιν (ἀλλὰ καὶ τὸ ζῆν κατὰ φύσιν καὶ τὸν κατὰ φύσιν βίον εὐδαιμονίαν λέγουσιν, πρὸς δὲ τούτοις τὸ εὖ ζῆν καὶ τὸ εὖ βιοῦν καὶ τὴν εὐζωΐαν εὐδαιμονίαν φασίν εἶναι) εἰ τοιοῦτον μὲν ἡ εὐδαιμονία προείληπται, πρὸς μηδὲν δὲ τούτων αὐτάρκης ἡ ἀρετή, οὐδ’ ἂν πρὸς εὐδαιμονίαν αὐτάρκης εἴη.
Alexander Aphrod. de anima libri mant. p. 159, 33 Bruns. ἔτι εἰ πᾶσα τέχνη ἕτερον ἑαυτῆς ποιεῖ τι καὶ οὐχ ἑαυτήν, ἡ δὲ ἀρετὴ τέχνη κατ’ αὐτοὺς εὐδαιμονίας ποιητική, ἕτερον ἂν εἴη τῆς ἀρετῆς ἡ εὐδαιμονία.