Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Diog. Laërt. VII 118. καὶ οἰνωθήσεσθαι μέν, οὐ μεθυσθήσεσθαι δέ (scil. τὸν σπουδαῖον), ἔτι δὲ οὐδὲ μανήσεσθαι· προσπεσεῖσθαι μέντοι ποτὲ αὐτῷ φαντασίας ἀλλοκότους διὰ μελαγχολίαν ἢ λήρησιν, οὐ κατὰ τὸν τῶν αἱρετῶν λόγον, ἀλλὰ παρὰ φύσιν.
Cicero de finibus III 68. Cynicorum autem rationem atque vitam alii cadere in sapientem dicunt, si qui eius modi forte casus inciderit, ut id faciendum sit, alii nullo modo.
Diog. Laërt. VII 117. ἄτυφόν τε εἶναι τὸν σοφόν· ἴσως γὰρ ἔχειν πρός τε τὸ ἔνδοξον καὶ τὸ ἄδοξον. εἶναι δὲ καὶ ἄλλον ἄτυφον, κατὰ τὸν εἰκαῖον τεταγμένον, ὅς ἐστι φαῦλος.
Diog. Laërt. VII 118. ἀκιβδήλους τοὺς σπουδαίους φυλακτικούς τε εἶναι τοῦ ἐπὶ τὸ βέλτιον αὑτοὺς παριστάνειν, διὰ παρασκευῆς τῆς τὰ φαῦλα μὲν ἀποκρυπτούσης, τὰ δὲ ὑπάρχοντα ἀγαθὰ φαίνεσθαι ποιούσης. ⟨καὶ⟩ ἀπλάστους· περιῃρηκέναι γὰρ ἐν τῇ φωνῇ τὸ πλάσμα καὶ τῷ εἴδει.