Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Philo de sacrif. Abel et Cain § 121 Vol. I p. 251, 3 Wendl. μήποτε δὲ καὶ δόγμα εἰσηγεῖται σφόδρα ἀναγκαῖον, ὅτι πᾶς σοφὸς λύτρον ἐστὶ τοῦ φαύλου, μηδ’ ἂν πρὸς ὀλίγον χρόνον ἐξαρκέσαντος, εἰ μὴ ἐλέῳ καὶ προμηθείᾳ χρώμενος ἐκεῖνος προὐνόει τῆς διαμονῆς αὐτοῦ, καθάπερ ἰατρὸς τοῦ νοσοῦντος ἀντιτεταγμένος τοῖς ἀῤῥωστήμασι καὶ πρᾳότερα κατασκευάζων αὐτὰ ἢ συνόλως ἀναιρῶν, εἰ μή που μετὰ φορᾶς ἀνεπισχέτου βιασάμενα καὶ τὴν τῆς θεραπείας ὑπερβάλλοι φροντίδα.

p. 251, 15 § 123. πειρᾶσθαι μέντοι δεῖ καὶ τοὺς πάντως ὑπὸ τῆς ἐν αὐτοῖς διαφθαρησομένους κακίας ὡς οἷόν τε διασῴζειν, μιμουμένους τοὺς ἀγαθοὺς τῶν ἰατρῶν, οἳ κἂν ὁρῶσιν ἀδύνατον τοῖς κάμνουσι τὸ σῴζεσθαι, προσφέρουσι τὴν θεραπείαν ὅμως ἄσμενοι, τοῦ μὴ τῇ παρ’ αὐτοὺς ὀλιγωρίᾳ δοκεῖν συμβῆναί τι τῶν παρὰ γνώμην. Εἰ δέ τι καὶ μικρὸν ὅσον ὑγείας σπέρμα ἐμφαίνοιτο, τοῦτο ὥσπερ ἐμπύρευμα πάσαις ἐπιμελείαις ζωπυρητέον· ἐλπὶς γὰρ μηκυνθέντος καὶ συναυξηθέντος ἀμείνονι καὶ ἀπταιστοτέρῳ χρήσασθαι τῷ βίῳ. Sequentibus commoda depingit ex sapientis persona in patriam eius redundantia.

Diog. Laërt. VII 117. καὶ αὐστηροὺς δέ φασιν εἶναι πάντας τοὺς σπουδαίους, τῷ μήτε αὐτοὺς πρὸς ἡδονὴν ὁμιλεῖν μήτε παρ’ ἄλλων τὰ πρὸς ἡδονὴν προσδέχεσθαι. καὶ ἄλλον δὲ εἶναι αὐστηρόν, παραπλησίως λεγόμενον τῷ αὐστηρῷ οἴνῳ, ᾧ πρὸς μὲν φαρμακοποΐαν χρῶνται, πρὸς δὲ πρόποσιν οὐ πάνυ.

Stobaeus ecl. II 114, 22 W. Αὐστηρόν τε λέγεσθαι τὸν σπουδαῖον καθ’ ὅσον οὔτε προσφέρει τινὶ οὔτε προσίεται τὸν πρὸς χάριν λόγον. Κυνιεῖν τε τὸν σοφὸν λέγουσιν, ἶσον ⟨ὂν⟩ τῷ ἐπιμένειν τῷ κυνισμῷ, οὐ μὴν σοφὸν ὄντα ἐνάρξεσθαι τοῦ κυνισμοῦ.

Clemens Al. Strom. VII 7 p. 858 Pott. αὐστηρὸς οὗτος ἡμῖν, αὐστηρὸς οὐκ εἰς τὸ ἀδιάφθορον μόνον, ἀλλὰ καὶ εἰς τὸ ἀπείραστον. οὐδαμῇ γὰρ ἐνδόσιμον οὐδὲ ἁλώσιμον ἡδονῇ τε καὶ λύπῃ τὴν ψυχὴν παρίστησιν· δικαστής, ἐὰν ὁ λόγος καλῇ, ἀκλινὴς γενόμενος, μηδ’ ὁτιοῦν τοῖς πάθεσι χαριζόμενος, ἀμεταστάτῳ ⟨ποδὶ⟩ ᾗ πέφυκε [τὸ] δίκαιον πορεύεσθαι βαδίζων.

p. 859. τὸ ἀναπόβλητον τῆς ἀρετῆς.

Stobaeus eclog. II 7 p. 95, 24 W. Φασὶ μηδὲ συγγνώμην ἔχειν ⟨μηδενὶ τὸν νοῦν ἔχοντα· τοῦ γὰρ αὐτοῦ συγγώμην τε ἔχειν⟩ καὶ νομίζειν τὸν ἡμαρτηκότα μὴ παρ’ αὑτὸν ἡμαρτηκέναι, πάντων ἁμαρτανόντων παρὰ τὴν ἰδίαν κακίαν· διὸ καὶ δεόντως λέγεσθαι τὸ μηδὲ συγγνώμην ἔχειν τοῖς ἁμαρτάνουσιν. Οὐκ ἐπιεικῆ δέ φασιν εἶναι τὸν ἀγαθὸν ἄνδρα, τὸν γὰρ ἐπιεικῆ παραιτητικὸν εἶναι τῆς κατ’ ἀξίαν κολάσεως καὶ τοῦ αὐτοῦ εἶναι ἐπιεικῆ τε εἶναι καὶ ὑπολαμβάνειν τὰς ἐκ τοῦ νόμου τεταγμένας κολάσεις

τοῖς ἀδικοῦσι σκληροτέρας εἶναι καὶ τὸ ἡγεῖσθαι παρὰ τὴν ἀξίαν ἀπονέμειν τὰς κολάσεις τὸν νομοθέτην.

Diog. Laërt. VII 123. ἐλεήμονάς τε μὴ εἶναι συγγνώμην τε ἔχειν μηδενί· μὴ γὰρ παριέναι τὰς ἐπιβαλλούσας ἐκ τοῦ νόμου κολάσεις (ἐπεὶ τό γε εἴκειν καὶ ὁ ἔλεος αὐτή τε ἡ ἐπιείκεια οὐδεμία ἐστὶ ψυχῆς πρὸς κολάσεις προσποιουμένη χρηστότητα) μηδὲ οἴεσθαι σκληροτέρας αὐτὰς εἶναι.

Diog. Laërt. VII 123. ἔτι γε τὸν σοφὸν οὐδὲν θαυμάζειν τῶν δοκούντων παραδόξων, οἷον χαρώνεια καὶ ἀμπώτιδας καὶ πηγὰς θερμῶν ὑδάτων καὶ πυρὸς ἀναφυσήματα.

Stobaeus eclog. II 7, p. 109, 5. Οὐχ οἷον δὲ μεθυσθήσεσθαι τὸν νοῦν ἔχοντα· τὴν γὰρ μέθην ἁμαρτητικὸν περιέχειν, λήρησιν εἶναι ⟨γὰρ⟩ παρὰ τὸν οἶνον, ἐν μηδενὶ δὲ τὸν σπουδαῖον ἁμαρτάνειν, δι’ ὃ πάντα κατ’ ἀρετὴν ποιεῖν καὶ τὸν ἀπὸ ταύτης ὀρθὸν λόγον.

Diog. Laërt. VII 118. καὶ οἰνωθήσεσθαι μέν, οὐ μεθυσθήσεσθαι δέ (scil. τὸν σπουδαῖον), ἔτι δὲ οὐδὲ μανήσεσθαι· προσπεσεῖσθαι μέντοι ποτὲ αὐτῷ φαντασίας ἀλλοκότους διὰ μελαγχολίαν ἢ λήρησιν, οὐ κατὰ τὸν τῶν αἱρετῶν λόγον, ἀλλὰ παρὰ φύσιν.

Cicero de finibus III 68. Cynicorum autem rationem atque vitam alii cadere in sapientem dicunt, si qui eius modi forte casus inciderit, ut id faciendum sit, alii nullo modo.

Diog. Laërt. VII 117. ἄτυφόν τε εἶναι τὸν σοφόν· ἴσως γὰρ ἔχειν πρός τε τὸ ἔνδοξον καὶ τὸ ἄδοξον. εἶναι δὲ καὶ ἄλλον ἄτυφον, κατὰ τὸν εἰκαῖον τεταγμένον, ὅς ἐστι φαῦλος.

Diog. Laërt. VII 118. ἀκιβδήλους τοὺς σπουδαίους φυλακτικούς τε εἶναι τοῦ ἐπὶ τὸ βέλτιον αὑτοὺς παριστάνειν, διὰ παρασκευῆς τῆς τὰ φαῦλα μὲν ἀποκρυπτούσης, τὰ δὲ ὑπάρχοντα ἀγαθὰ φαίνεσθαι ποιούσης. ⟨καὶ⟩ ἀπλάστους· περιῃρηκέναι γὰρ ἐν τῇ φωνῇ τὸ πλάσμα καὶ τῷ εἴδει.

Stobaeus ecl. II 116, 1 W. οὐδ’ ἀναβάλλεσθαι δέ ποτε τὸν σπουδαῖον οὐδέν, εἶναι γὰρ τὴν ἀναβολὴν ὑπέρθεσιν ἐνεργείας δι’ ὄκνον· ὑπερτίθεσθαι δέ τινα μόνον, ἀνεγκλήτου τῆς ὑπερθέσεως οὔσης. ἐπὶ γὰρ τοῦ ἀναβάλλεσθαι τὸν Ἡσίοδον ταῦτ’ εἰρηκέναι·

(Op. et D. 410) μηδ’ ἀναβάλλεσθαι ἔς τ’ αὔριον ἔς τ’ ἔννηφι
καὶ
(ibid. 413) αἰεὶ δ’ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει·
τῆς [δ’] ἀναβολῆς ἔκπτωσίν τινα τῶν προσηκόντων ἔργων ἐμποιούσης.

Diog. Laërt. VII 118. ἀπράγμονάς τε εἶναι (scil. τοὺς σπουδαίους)· ἐκκλίνειν γὰρ τὸ πράττειν τι παρὰ τὸ καθῆκον.

Stobaeus ecl. II 115, 1 W. Τὸν δὲ ἔρωτά φασιν ἐπιβολὴν εἶναι φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον νέων ὡραίων· δι’ ὃ καὶ ἐρωτικὸν εἶναι τὸν σοφὸν καὶ ἐρασθήσεσθαι τῶν ἀξιεράστων, εὐγενῶν ὄντων καὶ εὐφυῶν.

Cicero de finibus III 68. Ne amores quidem sanctos a sapiente alienos esse arbitrantur.

Cicero Tusc. disp. IV 72. Stoici vero et sapientem amaturum esse dicunt et amorem ipsum conatum amicitiae faciendae ex pulchritudinis specie.

Cicero Tusculan. disput. IV 33, 70. Ad magistros virtutis, philosophos veniamus: qui amorem negant stupri esse, et in eo litigant cum Epicuro, non multum, ut opinio mea fert, mentiente. Quis est enim iste amor amicitiae? etc.

Stobaeus ecl. II 67, 13 W. μόνον δέ φασι τὸν σοφὸν καὶ μάντιν ἀγαθὸν εἶναι καὶ ποιητὴν καὶ ῥήτορα καὶ διαλεκτικὸν καὶ κριτικόν, οὐ πάντα δέ, διὰ τὸ προσδεῖσθαι ἔτι τινὰ τούτων καὶ θεωρημάτων τινῶν ἀναλήψεως. εἶναι δὲ τὴν μαντικήν φασιν ἐπιστήμην θεωρητικὴν σημείων τῶν ἀπὸ θεῶν ἢ δαιμόνων πρὸς ἀνθρώπινον βίον συντεινόντων· ὁμοίως δὲ καὶ τὰ εἴδη τῆς μαντικῆς.

Plutarchus de tranq. animi cp. 12 p. 472a. ἀλλ’ ἔνιοι τοὺς μὲν Στωϊκοὺς οἴονται παίζειν, ὅταν ἀκούσωσι τὸν σοφὸν παρ’ αὐτοῖς μὴ μόνον φρόνιμον καὶ δίκαιον καὶ ἀνδρειον, ἀλλὰ καὶ ῥήτορα καὶ ποιητὴν καὶ στρατηγὸν καὶ πλούσιον καὶ βασιλέα προσαγορευόμενον etc.