Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Stobaeus ecl. II 108, 5 W. Τὸν δὲ σπουδαῖον, ὁμιλητικὸν ὄντα καὶ ἐπιδέξιον καὶ προτρεπτικὸν καὶ θηρευτικὸν διὰ τῆς ὁμιλίας εἰς
εὔνοιαν καὶ φιλίαν, ὡς δυνατὸν εὐάρμοστον εἶναι πρὸς πλῆθος ἀνθρώπων, παρ’ ὃ καὶ ἐπαφρόδιτον εἶναι καὶ ἐπίχαριν καὶ πιθανόν, ἔτι δὲ αἱμύλον καὶ εὔστοχον καὶ εὔκαιρον καὶ ἀγχίνουν καὶ ἀφελῆ καὶ ἀπερίεργον καὶ ἁπλοῦν καὶ ἄπλαστον· τὸν δὲ φαῦλον ἔνοχον πᾶσι τοῖς ἐναντίοις. Τὸ δ’ εἰρωνεύεσθαι φαύλων εἶναί φασιν, οὐδένα γὰρ ἐλεύθερον καὶ σπουδαῖον εἰρωνεύεσθαι· ὁμοίως δὲ καὶ τὸ σαρκάζειν, ὅ ἐστιν εἰρωνεύεσθαι μετ’ ἐπισυρμοῦ τινος. Ἐν μόνοις τε τοῖς σοφοῖς ἀπολείπουσι φιλίαν, ἐπεὶ ἐν μόνοις τούτοις ὁμόνοια γίνεται περὶ τῶν κατὰ τὸν βίον· τὴν δ’ ὁμόνοιαν εἶναι κοινῶν ἀγαθῶν ἐπιστήμην. Φιλίαν γὰρ ἀληθινὴν καὶ μὴ ψευδώνυμον ἀδύνατον χωρὶς πίστεως καὶ βεβαιότητος ὑπάρχειν· ἐν δὲ τοῖς φαύλοις, ἀπίστοις καὶ ἀβεβαίοις οὖσι καὶ δόγματα πολεμικὰ κεκτημένοις, οὐκ εἶναι φιλίαν, ἑτέρας δέ τινας ἐπιπλοκὰς καὶ συνδέσεις ἔξωθεν ἀνάγκαις καὶ δόξαις κατεχομένας γίνεσθαι. Φασὶ δὲ καὶ τὸ ἀγαπᾶν καὶ τὸ ἀσπάζεσθαι καὶ τὸ φιλεῖν μόνων εἶναι σπουδαίων.Diog. Laërt. VII 124. λέγουσι δὲ καὶ τὴν φιλίαν ἐν μόνοις τοῖς σπουδαίοις εἶναι διὰ τὴν ὁμοιότητα. φασὶ δὲ αὐτὴν κοινωνίαν τινὰ εἶναι τῶν κατὰ τὸν βίον, χρωμένων ἡμῶν τοῖς φίλοις ὡς ἑαυτοῖς. δι’ αὑτόν τε αἱρετὸν τὸν φίλον ἀποφαίνονται καὶ τὴν πολυφιλίαν ἀγαθόν. ἔν τε τοῖς φαύλοις μὴ εἶναι φιλίαν μηδένα τε τῶν φαύλων φίλον ἔχειν.
Stobaeus ecl. II 115, 10 W. Εἶναι δὲ καὶ πρᾶον, τῆς πραότητος οὔσης ἕξεως καθ’ ἣν πράως ἔχουσι πρὸς τὸ ποιεῖν τὰ ἐπιβάλλοντα ἐν πᾶσι καὶ μὴ ἐκφέρεσθαι εἰς ὀργὴν ἐν μηδενί. Καὶ ἡσύχιον δὲ καὶ κόσμιον εἶναι, τῆς κοσμιότητος οὔσης ἐπιστήμης κινήσεων πρεπουσῶν, ἡσυχιότητος δὲ εὐταξίας περὶ τὰς κατὰ φύσιν κινήσεις καὶ μονὰς ψυχῆς καὶ σώματος, τῶν ἐναντίων τούτοις ἐπὶ πάντων φαύλων γιγνομένων.
Seneca ep. 81, 8. non omnes grati sciunt debere beneficium - uni sapienti notum est, quanti res quaeque taxanda sit: nam ille, de quo loquebar modo, stultus, etiamsi bonae voluntatis est, aut minus quam debet aut tempore aut quo non debet loco reddit.
ibid. 10. Sapiens omnia examinabit secum: quantum acceperit, quo, quando, ubi, quemadmodum. itaque negamus quemquam scire gratiam referre nisi sapientem: non magis quam beneficium dare quisquam scit nisi sapiens.
ibid. 12. solus sapiens scit amare. solus sapiens amicus est. - - quod dicimus: fidem nisi in sapiente non esse.
Philo quaest. et solut. in Genesin IV 74 (p. 303 Aucher). Studiosus sapientiae cum nullo ex vanis ac vacuis [rebus], quamvis ex natura cognatus sit illis, cohabitat vel conversatur, sed longius ab illis est seiunctus consilio; ita ut non navigationis socius nec comes in via nec concivis nec vitae consors neque coaemulator dicitur proprie sapiens cum insipiente, eo quod principalis dux non concordat vel convenit in mente unius alteriusque.
Cicero de nat. deor. I 121. Quanto Stoici melius - . Censent autem sapientes sapientibus etiam ignotis esse amicos. Nihil
est enim virtute amabilius; quam qui adeptus erit, ubicumque erit gentium, a nobis diligetur.Philo de sacrif. Abel et Cain § 121 Vol. I p. 251, 3 Wendl. μήποτε δὲ καὶ δόγμα εἰσηγεῖται σφόδρα ἀναγκαῖον, ὅτι πᾶς σοφὸς λύτρον ἐστὶ τοῦ φαύλου, μηδ’ ἂν πρὸς ὀλίγον χρόνον ἐξαρκέσαντος, εἰ μὴ ἐλέῳ καὶ προμηθείᾳ χρώμενος ἐκεῖνος προὐνόει τῆς διαμονῆς αὐτοῦ, καθάπερ ἰατρὸς τοῦ νοσοῦντος ἀντιτεταγμένος τοῖς ἀῤῥωστήμασι καὶ πρᾳότερα κατασκευάζων αὐτὰ ἢ συνόλως ἀναιρῶν, εἰ μή που μετὰ φορᾶς ἀνεπισχέτου βιασάμενα καὶ τὴν τῆς θεραπείας ὑπερβάλλοι φροντίδα.
p. 251, 15 § 123. πειρᾶσθαι μέντοι δεῖ καὶ τοὺς πάντως ὑπὸ τῆς ἐν αὐτοῖς διαφθαρησομένους κακίας ὡς οἷόν τε διασῴζειν, μιμουμένους τοὺς ἀγαθοὺς τῶν ἰατρῶν, οἳ κἂν ὁρῶσιν ἀδύνατον τοῖς κάμνουσι τὸ σῴζεσθαι, προσφέρουσι τὴν θεραπείαν ὅμως ἄσμενοι, τοῦ μὴ τῇ παρ’ αὐτοὺς ὀλιγωρίᾳ δοκεῖν συμβῆναί τι τῶν παρὰ γνώμην. Εἰ δέ τι καὶ μικρὸν ὅσον ὑγείας σπέρμα ἐμφαίνοιτο, τοῦτο ὥσπερ ἐμπύρευμα πάσαις ἐπιμελείαις ζωπυρητέον· ἐλπὶς γὰρ μηκυνθέντος καὶ συναυξηθέντος ἀμείνονι καὶ ἀπταιστοτέρῳ χρήσασθαι τῷ βίῳ. Sequentibus commoda depingit ex sapientis persona in patriam eius redundantia.
Diog. Laërt. VII 117. καὶ αὐστηροὺς δέ φασιν εἶναι πάντας τοὺς σπουδαίους, τῷ μήτε αὐτοὺς πρὸς ἡδονὴν ὁμιλεῖν μήτε παρ’ ἄλλων τὰ πρὸς ἡδονὴν προσδέχεσθαι. καὶ ἄλλον δὲ εἶναι αὐστηρόν, παραπλησίως λεγόμενον τῷ αὐστηρῷ οἴνῳ, ᾧ πρὸς μὲν φαρμακοποΐαν χρῶνται, πρὸς δὲ πρόποσιν οὐ πάνυ.
Stobaeus ecl. II 114, 22 W. Αὐστηρόν τε λέγεσθαι τὸν σπουδαῖον καθ’ ὅσον οὔτε προσφέρει τινὶ οὔτε προσίεται τὸν πρὸς χάριν λόγον. Κυνιεῖν τε τὸν σοφὸν λέγουσιν, ἶσον ⟨ὂν⟩ τῷ ἐπιμένειν τῷ κυνισμῷ, οὐ μὴν σοφὸν ὄντα ἐνάρξεσθαι τοῦ κυνισμοῦ.
Clemens Al. Strom. VII 7 p. 858 Pott. αὐστηρὸς οὗτος ἡμῖν, αὐστηρὸς οὐκ εἰς τὸ ἀδιάφθορον μόνον, ἀλλὰ καὶ εἰς τὸ ἀπείραστον. οὐδαμῇ γὰρ ἐνδόσιμον οὐδὲ ἁλώσιμον ἡδονῇ τε καὶ λύπῃ τὴν ψυχὴν παρίστησιν· δικαστής, ἐὰν ὁ λόγος καλῇ, ἀκλινὴς γενόμενος, μηδ’ ὁτιοῦν τοῖς πάθεσι χαριζόμενος, ἀμεταστάτῳ ⟨ποδὶ⟩ ᾗ πέφυκε [τὸ] δίκαιον πορεύεσθαι βαδίζων.
p. 859. τὸ ἀναπόβλητον τῆς ἀρετῆς.
Stobaeus eclog. II 7 p. 95, 24 W. Φασὶ μηδὲ συγγνώμην ἔχειν ⟨μηδενὶ τὸν νοῦν ἔχοντα· τοῦ γὰρ αὐτοῦ συγγώμην τε ἔχειν⟩ καὶ νομίζειν τὸν ἡμαρτηκότα μὴ παρ’ αὑτὸν ἡμαρτηκέναι, πάντων ἁμαρτανόντων παρὰ τὴν ἰδίαν κακίαν· διὸ καὶ δεόντως λέγεσθαι τὸ μηδὲ συγγνώμην ἔχειν τοῖς ἁμαρτάνουσιν. Οὐκ ἐπιεικῆ δέ φασιν εἶναι τὸν ἀγαθὸν ἄνδρα, τὸν γὰρ ἐπιεικῆ παραιτητικὸν εἶναι τῆς κατ’ ἀξίαν κολάσεως καὶ τοῦ αὐτοῦ εἶναι ἐπιεικῆ τε εἶναι καὶ ὑπολαμβάνειν τὰς ἐκ τοῦ νόμου τεταγμένας κολάσεις
τοῖς ἀδικοῦσι σκληροτέρας εἶναι καὶ τὸ ἡγεῖσθαι παρὰ τὴν ἀξίαν ἀπονέμειν τὰς κολάσεις τὸν νομοθέτην.Diog. Laërt. VII 123. ἐλεήμονάς τε μὴ εἶναι συγγνώμην τε ἔχειν μηδενί· μὴ γὰρ παριέναι τὰς ἐπιβαλλούσας ἐκ τοῦ νόμου κολάσεις (ἐπεὶ τό γε εἴκειν καὶ ὁ ἔλεος αὐτή τε ἡ ἐπιείκεια οὐδεμία ἐστὶ ψυχῆς πρὸς κολάσεις προσποιουμένη χρηστότητα) μηδὲ οἴεσθαι σκληροτέρας αὐτὰς εἶναι.
Diog. Laërt. VII 123. ἔτι γε τὸν σοφὸν οὐδὲν θαυμάζειν τῶν δοκούντων παραδόξων, οἷον χαρώνεια καὶ ἀμπώτιδας καὶ πηγὰς θερμῶν ὑδάτων καὶ πυρὸς ἀναφυσήματα.
Stobaeus eclog. II 7, p. 109, 5. Οὐχ οἷον δὲ μεθυσθήσεσθαι τὸν νοῦν ἔχοντα· τὴν γὰρ μέθην ἁμαρτητικὸν περιέχειν, λήρησιν εἶναι ⟨γὰρ⟩ παρὰ τὸν οἶνον, ἐν μηδενὶ δὲ τὸν σπουδαῖον ἁμαρτάνειν, δι’ ὃ πάντα κατ’ ἀρετὴν ποιεῖν καὶ τὸν ἀπὸ ταύτης ὀρθὸν λόγον.