Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Stobaeus eclog. II 7 p. 101, 21 W. Τὰ δ’ ἀγαθὰ πάντα κοινὰ εἶναι τῶν σπουδαίων, τῶν δὲ φαύλων τὰ κακά. Δι’ ὃ καὶ τὸν ὠφελοῦντά τινα καὶ αὐτὸν ὠφελεῖσθαι, τὸν δὲ βλάπτοντα καὶ ἑαυτὸν βλάπτειν. Πάντας δὲ τοὺς σπουδαίους ὠφελεῖν ἀλλήλους, οὔτε φίλους ὄντας ἀλλήλων πάντως οὔτε εὔνους ⟨οὔτε⟩ εὐδοκίμους οὔτε ἀποδεχομένους παρὰ τὸ μήτε καταλαμβάνεσθαι μήτ’ ἐν ταὐτῷ κατοικεῖν τόπῳ, εὐνοητικῶς μέντοι γε πρὸς ἀλλήλους διακεῖσθαι καὶ φιλικῶς καὶ δοκιμαστικῶς καὶ ἀποδεκτικῶς· τοὺς δὲ ἄφρονας ἐν τοῖς ἐναντίοις τούτων ὑπάρχειν.

Plutarchus de comm. not. cp. 22 p. 1068f. Ἂν εἷς σοφὸς ὁπουδήποτε προτείνῃ τὸν δάκτυλον φρονίμως, οἱ κατὰ τὴν οἰκουμένην σοφοὶ πάντες ὠφελοῦνται. p. 1069a. ἐλήρει δ’ Ἀριστοτέλης, ἐλήρει δὲ Ξενοκράτης - τὴν θαυμαστὴν ἀγνοοῦντες ὠφέλειαν ἣν οἱ σοφοὶ κινουμένων κατ’ ἀρετὴν ἀλλήλων ὠφελοῦνται, κἂν μὴ συνῶσι μηδὲ γινώσκοντες τυγχάνωσιν. Cf. Seneca ep. 109.