Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Philo de septenario et festis diebus p. 279 Vol. II Mang. (ὅτι οἱ σοφοὶ) ἅπαντα τὸν βίον ἑορτὴν ἄγουσι.
p. 280. τῶν φαύλων οὐδεὶς ἀλλ’ οὐδὲ τὸν βραχύτατον χρόνον ἑορτάζει.
Stobaeus ecl. II 94, 7 W. Τό τε δίκαιόν φασι φύσει εἶναι καὶ μὴ θέσει. Ἑπόμενον δὲ τούτοις ὑπάρχειν καὶ τὸ πολιτεύεσθαι τὸν σοφὸν
καὶ μάλιστ’ ἐν ταῖς τοιαύταις πολιτείαις ταῖς ἐμφαινούσαις τινὰ προκοπὴν πρὸς τὰς τελείας πολιτείας· καὶ τὸ νομοθετεῖν δὲ καὶ τὸ παιδεύειν ἀνθρώπους, ἔτι δὲ συγγράφειν τὰ δυνάμενα ὠφελεῖν τοὺς ἐντυγχάνοντας τοῖς γράμμασιν οἰκεῖον εἶναι τοῖς σπουδαίοις καὶ τὸ συγκαταβαίνειν καὶ εἰς γάμον καὶ εἰς τεκνογονίαν καὶ αὑτοῦ χάριν καὶ τῆς πατρίδος καὶ ὑπομένειν περὶ ταύτης, ἐὰν ᾖ μετρία, καὶ πόνους καὶ θάνατον. Παρακεῖσθαι δὲ τούτοις φαῦλα, τό τε δημοκοπεῖν καὶ τὸ σοφιστεύειν καὶ τὸ συγγράφειν ἐπιβλαβῆ τοῖς ἐντυγχάνουσιν, ἅπερ εἰς σπουδαίους οὐκ ἂν πέσοι.