Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Cicero de finibus IV 30 (Antiochus contra Stoicos pugnans) ut mihi in hoc Stoici iocari videantur interdum, cum ita dicant si ad illam vitam, quae cum virtute degatur, ampulla aut strigilis accedat, sumpturum sapientem eam vitam potius, quo haec adiecta sint, nec beatiorem tamen ob eam causam fore.
Alexander in Aristot. Topica p. 211, 9. οὕτως δεικνύοιτ’ ἂν ἕκαστον τῶν λεγομένων ἀδιαφόρων τε καὶ προηγμένων ὑπὸ τῶν νεωτέρων αἱρετόν τε καὶ ἀγαθόν· ἕκαστον γὰρ αὐτῶν προστιθέμενον τῇ ἀρετῇ τὸ ὅλον αἱρετώτερον τῷ σπουδαίῳ ποιεῖ. αἱρετώτερος γὰρ βίος ὁ κατ’ ἀρετήν, εἰ μεθ’ ὑγείας εἴη καὶ εἰ μετὰ εὐπορίαστ καὶ εἰ μετὰ ἀγαθῆς δόξης· τὰ γὰρ αἱρετὰ καὶ φευκτὰ κρίνεται τῇ τοῦ σπουδαίου αἱρέσει τε καὶ φυγῇ.
Alexander Aphrod. de anima libri mant. p. 161, 26 Bruns. αἱ δὲ αἰσθήσεις καὶ αὐταί, εἰ μὲν πρὸς τὸ εἶναι τὸν ἄνθρωπον ἀναγκαίου χώραν ἔχουσιν, μηκέτι δὲ συνεργοῦσιν πρὸς τὰς ἐνεργείας τῆς ἀρετῆς, τὸν ὧν οὐκ ἄνευ λόγον ἔχοιεν ἄν. εἰ δὲ πρὸς τῷ ἀναγκαῖαι εἶναι τῷ ἀνθρώπῳ καὶ συνεργοῦσιν πρὸς τὰς πράξεις καὶ προσχρῆται αὐταῖς ἡ ἀρετὴ πρὸς τὰς ἰδίας ἐνεργείας (ἡ γὰρ φαντασία κρηπὶς τῶν κατ’ ἀρετὴν πράξεων) οὐκ ἔχουσιν τὸν ὧν οὐκ ἄνευ λόγον πρὸς τὰς κατ’ αὐτὴν ἐνεργείας, ὡς ἔχει ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ὁ τόπος καὶ ὁ χρόνος. εἰ γὰρ ἐνεργήσομεν κατὰ ἀρετὴν ὁπωσοῦν ἐχουσῶν τῶν αἰσθήσεων, ἤτοι καὶ ταῖς ψευδέσιν φαντασίαις ταῖς ἀπὸ τῶν τοιούτων αἰσθήσεων συγκαταθησόμεθα καὶ ταύταις ἀκόλουθα πράξομεν (καὶ πῶς σπουδαίου τοῦτο;) ἢ εἰ ἐφέξομεν καὶ μὴ συγκαταθησόμεθα, οὐδὲ πράξομέν τι τῶν ἐπ’ αὐταῖς, ὥστ’ οὐδὲν ἐνεργήσομεν.
Alexander Aphrod. de anima libri mant. p. 160, 3 Bruns. ἡ ἀρετὴ ἄρα οὐκ ἔστιν αὐτάρκης πρὸς εὐδαιμονίαν. ἤτοι γὰρ περὶ τὴν ἐκλογήν ἐστι τῶν ἡδέων κατ’ Ἐπίκουρον ἢ περὶ τὴν ἐκλογὴν τῶν κατὰ φύσιν, ὡς τοῖς ἀπὸ τῆς Στοᾶς δοκεῖ. — — τῶν γὰρ κατὰ φύσιν οὐχ ἡ κατὰ ἀρετὴν ἐνέργειά ἐστι ποιητική. εἰ δὴ περὶ ὑποκείμενά τινα ἡ ἐνέργεια αὐτῆς, ὧν οὐκ ἔστιν αὐτὴ ποιητική, οὐκ ἔστιν αὐτάρκης ἡ ἀρετὴ πρὸς τὰς οἰκείας ἐνεργείας, ἐπεὶ δεῖται καὶ τῶν περὶ ἃ ἡ ἐνέργεια ἔξωθεν ὄντων αὐτῆς. οὐδὲ γάρ, ὡς φασίν, τὸν ὧν οὐκ ἄνευ λόγον ἔχει ταῦτα, ἀλλ’ ἔστιν κινητικὰ τῆς ἀρετῆς καὶ τοῦ πράττειν αὐτὴν καὶ ἐνεργεῖν αἴτια. στοχάζεται γὰρ αὐτῶν, ὡς καὶ τῆς οἰκείας ὕλης οἱ τεχνῖται. ἀναιρεθήσεσθαι γοῦν φασι τὰς πράξεις αὐτοῖς, τούτων μὴ ἐπισπωμένων καὶ κινούντων ταῖς ἐν αὐτοῖς διαφοραῖς τὰς ἀρετάς.
Alexander Aphrod. de anima libri mant. p. 162, 32 Bruns. ἔτι εἰ αἱ κοιναὶ περὶ εὐδαιμονίας ἔννοιαι αὐτάρκειάν τε αὐτὴν ζωῆς τίθενται (ἀνεπιδεῆ γὰρ τὸν εὐδαίμονα προειλήφασιν) καὶ τὴν εὐδαιμονίαν τὸ ἔσχατον τῶν ὀρεκτῶν ὑπολαμβάνουσιν (ἀλλὰ καὶ τὸ ζῆν κατὰ φύσιν καὶ τὸν κατὰ φύσιν βίον εὐδαιμονίαν λέγουσιν, πρὸς δὲ τούτοις τὸ εὖ ζῆν καὶ τὸ εὖ βιοῦν καὶ τὴν εὐζωΐαν εὐδαιμονίαν φασίν εἶναι) εἰ τοιοῦτον μὲν ἡ εὐδαιμονία προείληπται, πρὸς μηδὲν δὲ τούτων αὐτάρκης ἡ ἀρετή, οὐδ’ ἂν πρὸς εὐδαιμονίαν αὐτάρκης εἴη.
Alexander Aphrod. de anima libri mant. p. 159, 33 Bruns. ἔτι εἰ πᾶσα τέχνη ἕτερον ἑαυτῆς ποιεῖ τι καὶ οὐχ ἑαυτήν, ἡ δὲ ἀρετὴ τέχνη κατ’ αὐτοὺς εὐδαιμονίας ποιητική, ἕτερον ἂν εἴη τῆς ἀρετῆς ἡ εὐδαιμονία.
Alexander in Aristot. Top. p. 93 Ald. p. 173, 11. οὕτως ἐπεὶ τῷ λέγοντι τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν ἕπεται τό τε μὴ εἶναι εὔλογον ἐξαγωγὴν καὶ τὸ μὴ εἶναι αἱρετὸν τὴν ὑγείαν μηδέ τι ἄλλο παρὰ τὴν ἀρετήν, ἂν τούτων τι ἀναιρεθῇ, ἀνῃρημένον ἂν εἴη τὸ τὴν ἀρετὴν αὐτάρκη εἶναι πρὸς εὐδαιμονίαν.
Plut. de Stoic. repugn. cp. 9 p. 1035c. Πάλιν ἐν ταῖς Φυσικαῖς Θέσεσιν Οὐ γὰρ ἔστιν ἄλλως οὐδ’ οἰκειότερον ἐπελθεῖν ἐπὶ τὸν τῶν ἀγαθῶν καὶ κακῶν λόγον, οὐδ’ ἐπὶ τὰς ἀρετάς, οὐδ’ ἐπὶ εὐδαιμονίαν, ἀλλ’ ἢ ἀπὸ τῆς κοινῆς φύσεως καὶ ἀπὸ τῆς τοῦ κόσμου διοικήσεως προελθὼν δ’ αὖθις· δεῖ γὰρ τούτοις συνάψαι τὸν περὶ ἀγαθῶν καὶ κακῶν λόγον, οὐκ οὔσης ἄλλης ἀρχῆς αὐτῶν ἀμείνονος οὐδ’ ἀναφορᾶς, οὐδ’ ἄλλου τινὸς ἕνεκεν τῆς φυσικῆς θεωρίας παραληπτῆς οὔσης, ἢ πρὸς τὴν περὶ ἀγαθῶν ἢ κακῶν διάστασιν.
Plut. de Stoic. repugn. cp. 17 p. 1041e. Τὸν περὶ ἀγαθῶν καὶ κακῶν λόγον ὃν αὐτὸς εἰσάγει καὶ δοκιμάζει συμφωνότατον εἶναί φησι τῷ βίῳ καὶ μάλιστα τῶν ἐμφύτων ἅπτεσθαι προλήψεων. Ταυτὶ γὰρ ἐν τῷ τρίτῳ τῶν Προτρεπτικῶν εἴρηκεν.
Stobaeus ecl. II 57, 19 W. Τῶν δ’ ὄντων τὰ μὲν ἀγαθά, τὰ δὲ κακά, τὰ δὲ ἀδιάφορα. Ἀγαθὰ μὲν τὰ τοιαῦτα· φρόνησιν, σωφροσύνην, δικαιοσύνην, ἀνδρείαν καὶ πᾶν ὅ ἐστιν ἀρετὴ ἢ μετέχον ἀρετῆς· κακὰ δὲ τὰ τοιαῦτα· ἀφροσύνην, ἀκολασίαν, ἀδικίαν, δειλίαν καὶ πᾶν ὅ ἐστι κακία ἢ μετέχον κακίας· ἀδιάφορα δὲ τὰ τοιαῦτα· ζωὴν θάνατον, δόξαν ἀδοξίαν, ἡδονὴν πόνον, πλοῦτον πενίαν, ὑγίειαν νόσον, καὶ τὰ τούτοις ὅμοια.
Sextus adv. math. XI 3. οἵ τε ἀπὸ τῆς ἀρχαίας Ἀκαδημίας καὶ οἱ ἀπὸ τοῦ Περιπάτου ἔτι δὲ τῆς Στοᾶς εἰώθασι διαιρούμενοι λέγειν τῶν ὄντων τὰ μὲν εἶναι ἀγαθὰ τὰ δὲ κακὰ τὰ δὲ μεταξὺ τούτων, ἅπερ καὶ ἀδιάφορα λέγουσι.
Cicero de finibus III 33. Cumque rerum notiones in animis fiant, si aut usu aliquid cognitum sit aut coniunctione aut similitudine aut collatione rationis, hoc quarto, quod extremum posui, boni notitia
facta est. Cum enim ab iis rebus, quae sunt secundum naturam, ascendit animus collatione rationis, tum ad notionem boni pervenit. 34. Hoc autem ipsum bonum non accessione neque crescendo aut cum ceteris comparando, sed propria vi sua et sentimus et appellamus bonum. Ut enim mel, etsi dulcissimum est, suo tamen proprio genere saporis, non comparatione cum aliis dulce esse sentitur, sic bonum hoc, de quo agimus, est illud quidem plurimi aestimandum, sed ea aestimatio genere valet non magnitudine. Nam cum aestimatio, quae ἀξία dicitur, neque in bonis numerata sit nec rursus in malis, quantumcumque eo addideris, in suo genere manebit. Alia est igitur propria aestimatio virtutis, quae genere, non crescendo valet.Sextus adv. math. XI 30. ἦσαν δὲ οἱ φάσκοντες ἀγαθὸν ὑπάρχειν τὸ δι’ αὑτὸ αἱρετόν. οἱ δ’ οὕτως ἀγαθόν ἐστι τὸ συλλαμβανόμενον πρὸς εὐδαιμονίαν, τινὲς δὲ τὸ συμπληρωτικὸν εὐδαιμονίας εὐδαιμονία δέ ἐστιν, ὡς οἵ τε περὶ τὸν Ζήνωνα καὶ Κλεάνθην καὶ Χρύσιππον ἀπέδοσαν, εὔροια βίου.
Cf. Pyrrh. Hypot. III 172.
Stobaeus ecl. II p. 69, 17 W. τὸ δ’ ἀγαθὸν λέγεσθαί φασι πλεοναχῶς, τὸ μὲν πρῶτον οἷον πηγῆς ἔχον χώραν, ὅπερ οὕτως ἀποδίδοσθαι· ἀφ’ οὗ συμβαίνει ὠφελεῖσθαι (τὸ δὲ πρώτως εἶναι αἴτιον) ἢ ὑφ’ οὗ· τὸ ⟨δὲ⟩ δεύτερον, καθ’ ὃ συμβαίνει ὠφελεῖσθαι· κοινότερον δὲ καὶ διατεῖνον καὶ ἐπὶ τὰ προειρημένα, τὸ οἷον ὠφελεῖν. Ὁμοίως δὲ καὶ τὸ κακὸν κατὰ τὴν τοῦ ἀγαθοῦ ἀναλογίαν ὑπογράφεσθαι. Τὸ μὲν οὖν ἀφ’ οὗ συμβαίνει βλάπτεσθαι ἢ ὑφ’ οὗ· τὸ δὲ καθ’ ὃ συμβαίνει βλάπτεσθαι· κοινότερον δὲ τούτων τὸ οἷον βλάπτειν.
Sextus adv.math. XI 22. οἱ μὲν οὖν Στωϊκοὶ τῶν κοινῶν ὡς εἰπεῖν ἐννοιῶν ἐχόμενοι ὁρίζονται τἀγαθὸν τρόπῳ τῷδε ἀγαθόν ἐστιν ὠφέλεια ἢ οὐχ ἕτερον ὠφελείας ὠφέλειαν μὲν λέγοντες τὴν ἀρετὴν καὶ τὴν σπουδαίαν πρᾶξιν, οὐχ ἕτερον δὲ ὠφελείας τὸν σπουδαῖον ἄνθρωπον καὶ τὸν φίλον. Ἡ μὲν γὰρ ἀρετή πως ἔχον ἡγεμονικὸν καθεστηκυῖα καὶ ἡ σπουδαία πρᾶξις ἐνέργειά τις οὖσα κατ’ ἀρετήν, ἄντικρύς ἐστιν ὠφέλεια· ὁ δὲ σπουδαῖος ἄνθρωπος καὶ ὁ φίλος, πάλιν τῶν ἀγαθῶν ὄντες καὶ αὐτοί, οὔτε ὠφέλεια λεχθεῖεν ἂν ὑπάρχειν οὔθ’ ἕτεροι ὠφελείας δι’ αἰτίαν τοιαύτην. Τὰ γὰρ μέρη, Στωϊκῶν φασι παῖδες, οὔτε τὰ αὐτὰ τοῖς ὅλοις ἐστὶν οὔτε ἑτεροῖα τῶν ὅλων, οἷον ἡ χεὶρ οὔτε ἡ αὐτή ἐστιν ὅλῳ ἀνθρώπῳ, οὐ γὰρ ὅλος ἄνθρωπός ἐστιν ἡ χείρ, οὔτε ἑτέρα τοῦ ὅλου, σὺν γὰρ τῇ [ὅλῃ] χειρὶ ὅλος ὁ ἄνθρωπος νοεῖται ἄνθρωπος. Ἐπεὶ οὖν καὶ τοῦ σπουδαίου ἀνθρώπου καὶ τοῦ φίλου μέρος ἐστὶν ἡ ἀρετή, τὰ δὲ μέρη οὔτε ταὐτὰ τοῖς ὅλοις ἐστὶν οὔτε ἕτερα τῶν ὅλων, εἴρηται ὁ σπουδαῖος ἄνθρωπος καὶ ὁ φίλος οὐχ ἕτερος ὠφελείας. Ὥστε πᾶν ἀγαθὸν τῷ ὅρῳ ἐμπεριειλῆφθαι, ἐάν τε ἐξ εὐθείας ὠφέλεια τυγχάνῃ ἐάν τε μὴ ᾖ ἕτερον ὠφελείας. Ἔνθεν καὶ κατ’ ἀκολουθίαν τριχῶς εἰπόντες ἀγαθὸν προσαγορεύεσθαι, ἕκαστον τῶν σημαινομένων κατ’ ἰδίαν πάλιν ἐπιβολὴν ὑπογράφουσιν. Λέγεται γὰρ ἀγαθόν, φασί, καθ’ ἕνα μὲν τρόπον τὸ ὑφ’ οὗ ἢ ἀφ’ οὗ ἔστιν ὠφελεῖσθαι, ὃ δὴ ἀρχικώτατον ὑπῆρχε καὶ ἀρετή· ἀπὸ
γὰρ ταύτης ὥσπερ τινὸς πηγῆς πᾶσα πέφυκεν ἀνίσχειν ὠφέλεια. Καθ’ ἕτερον δὲ τὸ καθ’ ὃ συμβαίνει ὠφελεῖσθαι· οὕτως οὐ μόνον αἱ ἀρεταὶ λεχθήσονται ἀγαθὰ ἀλλὰ καὶ αἱ κατ’ αὐτὰς πράξεις, εἴπερ καὶ κατὰ ταύτας συμβαίνει ὠφελεῖσθαι. Κατὰ δὲ τὸν τρίτον καὶ τελευταῖον τρόπον λέγεται ἀγαθὸν τὸ οἷόν τε ὠφελεῖν, ἐμπεριλαμβανούσης τῆς ἀποδόσεως ταύτης τάς τε ἀρετὰς καὶ τὰς ἐναρέτους πράξεις καὶ τοὺς φίλους καὶ τοὺς σπουδαίους ἀνθρώπους θεούς τε καὶ σπουδαίους δαίμονας.ibid. 30. οἱ δ’ ἀπὸ τῆς Στοᾶς θέλουσιν ἐπὶ τῆς τοῦ ἀγαθοῦ προσηγορίας τὸ δεύτερον σημαινόμενον ἐμπεριληπτικὸν εἶναι τοῦ πρώτου καὶ τὸ τρίτον περιληπτικὸν τῶν δυοῖν.
ibid. 33 (adversarii dixerant: ὡς εἰ ταῖς ἀληθείαις ἀγαθόν ἐστι τὸ ἀφ’ οὗ ἔστιν ὠφελεῖσθαι, μόνην ῥητέον τὴν γενικὴν ἀρετὴν ἀγαθὸν ὑπάρχειν - - ἐκπίπτειν δὲ τοῦ ὅρου ἑκάστην τῶν εἰδικῶν) οἱ δ’ ἀντικαθιστάμενοι πρὸς τοῦτο τὸ ἔγκλημα τοῦτό φασιν. Ὅταν λέγωμεν ἀγαθόν ἐστιν ἀφ’ οὗ συμβαίνει τὸ ὠφελεῖσθαι ἐν ἴσῳ τοῦτο λέγομεν 〈τῷ〉 ἀγαθόν ἐστιν ἀφ’ οὗ συμβαίνει τι τῶν ἐν τῷ βίῳ ὠφελεῖσθαι. οὕτω γὰρ καὶ ἑκάστη τῶν ἐπ’ εἴδους ἀρετῶν ἀγαθὸν γενήσεται, κοινῶς μὲν τὸ ὠφελεῖν μὴ ἐπιφέρουσα, τὶ δὲ τῶν ἐν τῷ 〈βίῳ〉 ὠφελεῖσθαι παρεχομένη, οἷον ἡ μὲν φρονεῖν, καθάπερ ἡ φρόνησις, ἡ δὲ σωφρονεῖν, ὡς ἡ σωφροσύνη.
Cf. Pyrr. Hypot. III 169 sq.
Diog. Laërt. VII 94. ἀγαθὸν δὲ κοινῶς μὲν τὸ τὶ ὄφελος, ἰδίως δὲ ἤτοι ταὐτὸν ἢ οὐχ ἕτερον ὠφελείας. ὅθεν αὐτήν τε τὴν ἀρετὴν καὶ τὸ μετέχον αὐτῆς ἀγαθὸν τριχῶς οὕτως λέγεσθαι· οἷον τὸ 〈μὲν〉 ἀγαθὸν ἀφ’ οὗ συμβαίνει 〈ὠφελεῖσθαι, τὸ δὲ καθ’ ὃ συμβαίνει〉, ὡς τὴν πρᾶξιν τὴν κατ’ ἀρετήν· ὑφ’ οὗ δέ, ὡς τὸν σπουδαῖον τὸν μετέχοντα τῆς ἀρετῆς· (ἄλλως δὲ οὕτως ἰδίως ὁρίζονται τὸ ἀγαθὸν τὸ τέλειον κατὰ φύσιν λογικοῦ ὡς λογικοῦ. τοιοῦτον δ’ εἶναι τὴν ἀρετήν) ὥσ〈τε〉 μετέχοντα τάς τε πράξεις τὰς κατ’ ἀρετὴν καὶ τοὺς σπουδαίους εἶναι, ἐπιγεννήματα δὲ τήν τε χαρὰν καὶ τὴν εὐφροσύνην καὶ τὰ παραπλήσια. ὡσαύτως δὲ τῶν κακῶν τὸ μὲν εἶναι ἀφροσύνην, δειλίαν, ἀδικίαν καὶ τὰ παραπλήσια· μετέχοντα δὲ κακίας τάς τε πράξεις τὰς κατὰ κακίαν καὶ τοὺς φαύλους· ἐπιγεννήματα δὲ τήν τε δυσθυμίαν καὶ τὴν δυσφροσύνην καὶ τὰ ὅμοια.
Sextus adv. math. XI 40. κακὸν γάρ ἐστι τὸ ἐναντίον τῷ ἀγαθῷ· ὅπερ βλάβη ἐστὶν ἢ, οὐχ ἕτερον βλάβης, καὶ βλάβη μὲν ὥσπερ κακία καὶ ἡ φαύλη πρᾶξις, οὐχ ἕτερον δὲ βλάβης καθάπερ ὁ φαῦλος ἄνθρωπος καὶ ὁ ἐχθρός.
Origenes contra Celsum VIII 8 Vol. II p. 226, 24 Kö. (p. 748 Del.). εἰ δὲ βλάβην τὴν κίνησιν ἢ σχέσιν λέγοι κατὰ κακίαν, δῆλον ὅτι οὐδεμιᾶς γινομένης βλάβης περὶ τοὺς σοφούς etc.
Sextus adv. math. XI 90. τῆς ἀφροσύνης, ἣν μόνην φασὶν εἶναι κακὸν οἱ ἀπὸ τῆς Στοᾶς.
Simplicius in Aristot. Phys. p. 1167, 21. ἔστι μὲν γὰρ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι τὸ δι’ αὑτοῦ δεικνύναι τὸ μὴ δι’ αὑτοῦ δῆλον· τοῦτο δὲ γίνεται ἢ ἄντικρυς καὶ φανερῶς ἀξιούντων τὸ προκείμενον, ὥσπερ ἡμῶν λεγόντων τινὰ ἀγαθὰ μὴ εὐθὺς ἀγαθοὺς ποιεῖν, οἷον τὰς δυνάμεις, αἷς ἔστιν εὖ καὶ κακῶς χρῆσθαι (ἀγαθὴ μὲν γὰρ ἡ ἐφ’ ἑκάτερα δύναμις, ἀγαθὸν δὲ οὐ ποιεῖ, εἰ μὴ τὸ εὖ χρώμενον αὐτῇ) οἱ Στωϊκοὶ τοῦτο ἀναιροῦντες πᾶν, φασί, τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖ, τὸ ἐν ἀρχῇ λαμβάνοντες.