Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Stobaeus ecl. II 114, 10 W. Καὶ τά τε ὑγιεινὰ καὶ νοσερὰ πρὸς ἄνθρωπον λέγεσθαι καὶ ὡς τρόφιμα, καὶ τὰ λυτικὰ καὶ στατικὰ καὶ τὰ τούτοις παραπλήσια. Ὑγιεινὰ μὲν γὰρ εἶναι τὰ εὐφυῶς ἔχοντα πρὸς τὸ περιποιεῖν ὑγίειαν ἢ συνέχειν· νοσερὰ δὲ τὰ ἐναντίως ἔχοντα τούτοις. Παραπλήσιον δ’ εἶναι καὶ τὸν ἐπὶ τῶν ἄλλων λόγον.
Philo de sobrietate § 56 Vol. II p. 226, 16 Wendl. ὁ δὲ ἔχων τὸν κλῆρον πέραν ὅρων ἀνθρωπίνης εὐδαιμονίας προελήλυθε· μόνος γὰρ εὐγενὴς ἅτε θεὸν ἐπιγεγραμμένος πατέρα καὶ γεγονὼς εἰσποιητὸς αὐτῷ μόνος ὑιός· οὐ πλούσιος, ἀλλὰ πάμπλουτος, ἐν ἀφθόνοις καὶ γνησίοις, οὐ χρόνῳ παλαιουμένοις, καινουμένοις δὲ καὶ ἡβῶσιν ἀεὶ τρυφῶν ἀγαθοῖς μόνοις· οὐκ ἔνδοξος, ἀλλ’ εὐκλεής, τὸν μὴ κολακείᾳ νοθούμενον, ἀλλὰ βεβαιούμενον ἀληθείᾳ καρπούμενος ἔπαινον· μόνος βασιλεύς, παρὰ τοῦ πανηγεμόνος λαβὼν τῆς ἐφ’ ἅπασιν ἀρχῆς τὸ κράτος ἀνανταγώνιστον· μόνος ἐλεύθερος, ἀφειμένος ἀργαλεωτάτης δεσποίνης, κενῆς δόξης.
Stobaeus ecl. II 67, 20 W. λέγουσι δὲ καὶ ἱερέα μόνον εἶναι τὸν σοφόν, φαῦλον δὲ μηδένα. τὸν γὰρ ἱερέα εἶναι δεῖν ἔμπειρον νόμων τῶν περὶ θυσίας καὶ εὐχὰς καὶ καθαρμοὺς καὶ ἱδρύσεις καὶ πάντα τὰ τοιαῦτα, πρὸς δὲ τούτοις καὶ ἁγιστείας τε καὶ εὐσεβείας δεῖσθαι καὶ ἐμπειρίας τῆς τῶν θεῶν θεραπείας, καὶ ⟨τοῦ⟩ ἐντὸς εἶναι τῆς φύσεως τῆς θείας. Μηδ’ ἓν ⟨δέ τ⟩ι τούτων ὑπάρχειν τῷ φαύλῳ, διὸ καὶ πάντας εἶναι τοὺς ἄφρονας ἀσεβεῖς. Τὴν γὰρ ἀσέβειαν κακίαν οὖσαν, ἄγνοιαν εἶναι θεῶν θεραπείας, τὴν δ’ εὐσέβειαν, ὡς εἴπομεν (p. 62, 2), ἐπιστήμην θεῶν θεραπείας.
Stobaeus ecl.II 114, 16 W. Καὶ μαντικὸν δὲ μόνον εἶναι τὸν σπουδαῖον, ὡς ἂν ἐπιστήμην ἔχοντα διαγνωστικὴν σημείων τῶν ἐκ θεῶν ἢ δαιμόνων πρὸς ἀνθρώπινον βίον τεινόντων. Δι’ ὃ καὶ τὰ εἴδη τῆς μαντικῆς εἶναι περὶ αὐτόν, τό τε ὀνειροκριτικὸν καὶ τὸ οἰωνοσκοπικὸν καὶ θυτικὸν καὶ εἴ τινα ἄλλα τούτοις ἐστὶ παραπλήσια.
Diog. Laërt. VII 119. θείους τε εἶναι (scil. τοὺς σπουδαίους). ἔχειν γὰρ ἐν ἑαυτοῖς οἱονεὶ θεόν· τὸν δὲ φαῦλον ἄθεον· διττὸν δὲ εἶναι τὸν ἄθεον, τόν τε ἐναντίως τῷ θείῳ λεγόμενον καὶ τὸν ἐξουθενητικὸν τοῦ θείου· ὅπερ οὐκ εἶναι περὶ πάντα φαῦλον.
Cicero de divin. II 129. Stoici autem tui negant quemquam nisi sapientem divinum esse posse.
Diog. Laërt. VII 119. θεοσεβεῖς τοὺς σπουδαίους· ἐμπείρους γὰρ εἶναι τῶν περὶ θεῶν νομίμων· εἶναί τε τὴν εὐσέβειαν ἐπιστήμην θεῶν θεραπείας. ἀλλὰ μὴν καὶ θύειν αὐτοὺς θεοῖς ἁγνούς τε ὑπάρχειν· ἐκνεύειν γὰρ τὰ περὶ τοὺς θεοὺς ἁμαρτήματα. καὶ τοὺς θεοὺς ἄγασθαι αὐτούς· ὁσίους τε γὰρ εἶναι καὶ δικαίους πρὸς τὸ θεῖον. μόνους ἱερέας τοὺς σοφούς· ἐπεσκέφθαι γὰρ περὶ θυσιῶν, ἱδρύσεων, καθαρμῶν, τῶν ἄλλων τῶν πρὸς θεοὺς οἰκείων.
Philo de sacrif. Abel et Cain § 111 Vol. I p. 247, 9 Wendl. ἑορτὴ γὰρ ψυχῆς ἡ ἐν ἀρεταῖς εὐφροσύνη τελείαις - - μόνος δὲ ἑορτάζει τὴν τοιαύτην ἑορτὴν ὁ σοφός, τῶν δ’ ἄλλων οὐδείς· ἄγευστον γὰρ παθῶν ἢ κακιῶν ψυχὴν εὑρεῖν σπανιώτατον.
Philo de septenario et festis diebus p. 279 Vol. II Mang. (ὅτι οἱ σοφοὶ) ἅπαντα τὸν βίον ἑορτὴν ἄγουσι.
p. 280. τῶν φαύλων οὐδεὶς ἀλλ’ οὐδὲ τὸν βραχύτατον χρόνον ἑορτάζει.
Stobaeus ecl. II 94, 7 W. Τό τε δίκαιόν φασι φύσει εἶναι καὶ μὴ θέσει. Ἑπόμενον δὲ τούτοις ὑπάρχειν καὶ τὸ πολιτεύεσθαι τὸν σοφὸν
καὶ μάλιστ’ ἐν ταῖς τοιαύταις πολιτείαις ταῖς ἐμφαινούσαις τινὰ προκοπὴν πρὸς τὰς τελείας πολιτείας· καὶ τὸ νομοθετεῖν δὲ καὶ τὸ παιδεύειν ἀνθρώπους, ἔτι δὲ συγγράφειν τὰ δυνάμενα ὠφελεῖν τοὺς ἐντυγχάνοντας τοῖς γράμμασιν οἰκεῖον εἶναι τοῖς σπουδαίοις καὶ τὸ συγκαταβαίνειν καὶ εἰς γάμον καὶ εἰς τεκνογονίαν καὶ αὑτοῦ χάριν καὶ τῆς πατρίδος καὶ ὑπομένειν περὶ ταύτης, ἐὰν ᾖ μετρία, καὶ πόνους καὶ θάνατον. Παρακεῖσθαι δὲ τούτοις φαῦλα, τό τε δημοκοπεῖν καὶ τὸ σοφιστεύειν καὶ τὸ συγγράφειν ἐπιβλαβῆ τοῖς ἐντυγχάνουσιν, ἅπερ εἰς σπουδαίους οὐκ ἂν πέσοι.Diog. Laërt. VII 122. ὁμοίως δὲ καὶ ἀρχικοὺς δικαστικούς τε καὶ ῥητορικοὺς μόνους εἶναι, τῶν δὲ φαύλων οὐδένα.
Stobaeus eclog. II 7 p. 96 Wachsm. Τόν τε νόμον σπουδαῖον εἶναί φασι, λόγον ὀρθὸν ὄντα πραστακτικὸν μὲν ὧν ποιητέον, ἀπαγορευτικὸν δὲ ὧν οὐ ποιητέον. Τοῦ δὲ νόμου ἀστείου ὄντος καὶ ὁ νόμιμος ἀστεῖος ἂν ⟨εἴη⟩· νόμιμον μὲν γὰρ εἶναι ἄνδρα καὶ ἀκολουθητικὸν τῷ νόμῳ καὶ πρακτικὸν τῶν ὑπ’ αὐτοῦ προσταττομένων, νομικὸν δὲ τὸν ἐξηγητικὸν τοῦ νόμου. Μηδένα δὲ τῶν φαύλων μήτε νόμιμον εἶναι μήτε νομικόν.
Iisdem fere verbis iteratur ibid. p. 102, 3-10.
Stobaeus ecl. II 102, 4 W. Τοῦ δὲ νόμου ὄντος σπουδαίου, καθάπερ εἴπομεν, ἐπειδὴ λόγος ὀρθός ἐστι προστακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον, μόνον τὸν σοφὸν εἶναι λέγουσι νόμιμον, πρακτικὸν ὄντα τῶν ὑπὸ τοῦ νόμου προσταττομένων καὶ μόνον ἐξηγητικὸν τούτου, δι’ ὃ καὶ νομικὸν εἶναι· τοὺς δ’ ἠλιθίους ἐναντίως ἔχειν.
Stobaeus ecl. II 102, 11 W. Ἀστείοις δ’ ἔτι καὶ τὴν ἀρχικὴν κατανέμουσιν ἐπιστασίαν καὶ τὰ ταύτης εἴδη, βασιλείαν, στρατηγίαν, ναυαρχίαν καὶ τὰς ταύταις παραπλησίους. Κατὰ τοῦτο δὴ καὶ μόνος ὁ σπουδαῖος ἄρχει καὶ εἰ μὴ πάντως κατ’ ἐνέργειαν, κατὰ διάθεσιν δὲ καὶ πάντως. Καὶ πειθαρχικὸς μόνος ὁ σπουδαῖός ἐστιν, ἀκολουθητικὸς ὢν ἄρχοντι. Τῶν δ’ ἀφρόνων οὐδεὶς τοιοῦτος· οὔτε γὰρ ἄρχειν οὔτ’ ἄρχεσθαι οἷός ⟨τ’⟩ ἐστιν ὁ ἄφρων, αὐθάδης τις ὢν καὶ ἀνάγωγος.