Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Stobaeus ecl. II 114, 10 W. Καὶ τά τε ὑγιεινὰ καὶ νοσερὰ πρὸς ἄνθρωπον λέγεσθαι καὶ ὡς τρόφιμα, καὶ τὰ λυτικὰ καὶ στατικὰ καὶ τὰ τούτοις παραπλήσια. Ὑγιεινὰ μὲν γὰρ εἶναι τὰ εὐφυῶς ἔχοντα πρὸς τὸ περιποιεῖν ὑγίειαν ἢ συνέχειν· νοσερὰ δὲ τὰ ἐναντίως ἔχοντα τούτοις. Παραπλήσιον δ’ εἶναι καὶ τὸν ἐπὶ τῶν ἄλλων λόγον.

Philo de sobrietate § 56 Vol. II p. 226, 16 Wendl. ὁ δὲ ἔχων τὸν κλῆρον πέραν ὅρων ἀνθρωπίνης εὐδαιμονίας προελήλυθε· μόνος γὰρ εὐγενὴς ἅτε θεὸν ἐπιγεγραμμένος πατέρα καὶ γεγονὼς εἰσποιητὸς αὐτῷ μόνος ὑιός· οὐ πλούσιος, ἀλλὰ πάμπλουτος, ἐν ἀφθόνοις καὶ γνησίοις, οὐ χρόνῳ παλαιουμένοις, καινουμένοις δὲ καὶ ἡβῶσιν ἀεὶ τρυφῶν ἀγαθοῖς μόνοις· οὐκ ἔνδοξος, ἀλλ’ εὐκλεής, τὸν μὴ κολακείᾳ νοθούμενον, ἀλλὰ βεβαιούμενον ἀληθείᾳ καρπούμενος ἔπαινον· μόνος βασιλεύς, παρὰ τοῦ πανηγεμόνος λαβὼν τῆς ἐφ’ ἅπασιν ἀρχῆς τὸ κράτος ἀνανταγώνιστον· μόνος ἐλεύθερος, ἀφειμένος ἀργαλεωτάτης δεσποίνης, κενῆς δόξης.