Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Alexander Aphrod. comm. in Aristot. Topica II p. 72. Ald. p. 134, 13 Wal. ὡς οἱ λέγοντες μόνον τὸν σοφὸν πλούσιον ἢ μόνον καλὸν ἢ μόνον εὐγενῆ ἢ μόνον ῥήτορα· οὐ γὰρ ἀγνοῦντες οὗτοι τὰ ὑπάρχοντα τῷ σοφῷ πλοῦτον ταῦτα λέγουσιν ἢ κάλλος ἢ εὐγένειαν, ἀλλὰ παραβαίνοντες τὴν κειμένην λέξιν.

Cf. etiam p. 79.

Alexander in Aristot. Top. p. 79 Ald. p. 147, 12 Wal. ἀπὸ τούτου τοῦ τόπου ἐπιχειροίη τις ἂν καὶ πρὸς τὰ ὑπὸ τῶν Στωϊκῶν παράδοξα λεγόμενα· εἰ γὰρ τῶν πολλῶν πλούσιον λεγόντων μόνον τὸν πολυκτήμονα μὴ κατὰ τούτου τις χρῷτο τῷ ὀνόματι τούτῳ, κατὰ δὲ τοῦ σοφοῦ καὶ τοῦ τὰς ἀρετὰς ἔχοντος παραβαίνοι ἂν τὸν κείμενον τῆς τῶν ὀνομάτων χρήσεως διορισμόν.

ibid. 22. πάλιν οἱ μὲν πολλοὶ εὐτυχῆ λέγουσι τὸν ἐν τοῖς τυχηροῖς ἀγαθοῖς εὐθηνοῦντα· οἱ δὲ τὸν τὴν ἀρετὴν ἔχοντά φασιν εὐτυχῆ, ὃ οὐκ ἔστι τῶν τυχηρῶν ἀγαθῶν. παραβαίνουσιν οὖν καὶ οὗτοι τὴν προσήκουσαν χρῆσιν τῶν ὀνομάτων.