Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Stobaeus eclog. II 7 p. 110 W. Λέγουσι δὲ καὶ τὸν σοφὸν ἀνύβριστον εἶναι· οὔθ’ ὑβρίζεσθαι γὰρ οὔθ’ ὑβρίζειν διὰ τὸ τὴν ὕβριν ἀδικίαν εἶναι καταισχύνουσαν καὶ βλάβην· μήτε δὲ ἀδικεῖσθαι μήτε βλάπτεσθαι τὸν σπουδαῖον· ἀδικητικῶς μέντοι γέ τινας αὐτῷ προσφέρεσθαι καὶ ὑβριστικῶς καὶ κατὰ τοῦτο ἀδικοπραγεῖν. Πρὸς τούτῳ μηδὲ ⟨τὴ⟩ν τυχοῦσαν ἀδικίαν εἶναι τὴν ὕβριν, ἀλλὰ ⟨τὴν⟩ καταισχύνουσαν καὶ ὑβριστικὴν οὖσαν. Ἀπερίπτωτον δ’ ὑπάρχειν τὸν νοῦν ἔχοντα τούτοις καὶ μηδαμῶς καταισχύνεσθαι· ἐν ἑαυτῷ γὰρ ἔχειν τὸ ἀγαθὸν καὶ τὴν θείαν ἀρετήν, δι’ ὃ καὶ πάσης ἀπηλλάχθαι κακίας καὶ βλάβης.
Cf. Senecae dial. II cp. 7 § 3-6.
Plutarchus de Stoic. repugn. cp. 20 p. 1044a. ἀδικεῖται γὰρ οὐδεὶς μὴ βλαπτόμενος· ὅθεν μὴ ἀδικεῖσθαι τὸν σοφὸν ἐν ἄλλοις ἀποφηνάμενος (scil. Chrysippus) ἐνταῦθά φησιν (scil. ἐν τῷ πρώτῳ περὶ βίων) ἀδικημά τι τὸν τόπον ἐπιδέχεσθαι.