Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Plutarchus Quaest. Conv. I 9 p. 626f. Θέων - - πρὸς Θεμιστοκλέα τὸν Στωϊκὸν διηπόρησε τί δήποτε Χρύσιππος ἐν πολλοῖς τῶν παραλόγων καὶ ἀτόπων ἐπιμνησθείς, οἷόν ἐστι τὸ τάριχος, ἂν ἅλμῃ βρέχηται, γλυκύτερον γίγνεσθαι καὶ τὸ τῶν ἐρίων τοὺς πόκους ἧττον ὑπακούειν τοῖς βίᾳ διασπῶσιν ἢ τοῖς ἀτρέμα διαλύουσι καὶ τὸ νηστεύσαντας ἀργότερον ἐσθίειν ἢ προφαγόντας οὐδενὸς αὐτῶν αἰτίαν ἀπέδωκεν.
Ὁ δὲ Θεμιστοκλῆς εἰπὼν ὅτι ταῦτα Χρύσιππος ἄλλως ἐν παραδείγματος λόγῳ προὔθετο, ῥᾳδίως ἡμῶν καὶ ἀλόγως ὑπὸ τοῦ εἰκότος ἁλισκομένων καὶ πάλιν ἀπιστούντων τῷ παρὰ τὸ εἰκὸς ἐπιστρέφων· Σοὶ δ’, ἐφη, etc.
Proclus in Euclidem 35, 25 p. 397 Friedlein. ἐξειργάσαντο γὰρ καὶ οἱ ἀπὸ τῶν μαθημάτων τὸν παράδοξον λεγόμενον τόπον, ὥσπερ οἱ ἀπὸ τῆς Στοᾶς ἐπὶ τῶν δειγμάτων etc.
Stobaeus ecl. II 111, 18 W. ψεῦδος δ’ ὑπολαμβάνειν οὐδέποτέ φασι τὸν σοφόν, οὐδὲ τὸ παράπαν ἀκαταλήπτῳ τινὶ συγκατατίθεσθαι,
διὰ τὸ μηδὲ δοξάζειν αὐτὸν μηδ’ ἀγνοεῖν μηδέν. τὴν γὰρ ἄγνοιαν μεταπτωτικὴν εἶναι συγκατάθεσιν καὶ ἀσθενῆ. Μηδὲν δ’ ὑπολαμβάνειν ἀσθενῶς, ἀλλὰ μᾶλλον ἀσφαλῶς καὶ βεβαίως, διὸ καὶ μηδὲ δοξάζειν τὸν σοφόν. Διττὰς γὰρ εἶναι δόξας, τὴν μὲν ἀκαταλήπτῳ συγκατάθεσιν, τὴν δὲ ὑπόληψιν ἀσθενῆ· ταύτας ⟨δ’⟩ ἀλλοτρίους εἶναι τῆς τοῦ σοφοῦ διαθέσεως· δι’ ὃ καὶ τὸ προπίπτειν πρὸ καταλήψεως ⟨καὶ⟩ συγκατατίθεσθαι κατὰ τὸν προπετῆ φαῦλον εἶναι καὶ μὴ πίπτειν εἰς τὸν εὐφυῆ καὶ τέλειον ἄνδρα καὶ σπουδαῖον. Οὐδὲ λανθάνειν δὲ αὐτόν τι, τὴν γὰρ λῆσιν εἶναι ψεύδους ὑπόληψιν ἀποφαντικὴν πράγματος. Τούτοις δ’ ἀκολούθως οὐκ ἀπιστεῖν, τὴν γὰρ ἀπιστίαν εἶναι ψεύδους ὑπόληψιν· τὴν δὲ πίστιν ἀστεῖον ὑπάρχειν, εἶναι γὰρ κατάληψιν ἰσχυράν, βεβαιοῦσαν τὸ ὑπολαμβανόμενον. Ὁμοίως δὲ καὶ τὴν ἐπιστήμην ἀμετάπτωτον ὑπὸ λόγου· διὰ ταῦτά φασι μήτε ἐπίστασθαί τι τὸν φαῦλον μήτε πιστεύειν. Ἐχομένως δὲ τούτων οὔτε πλεονεκτεῖσθαι τὸν σοφὸν οὔτε βουκολεῖσθαι οὔτε διαιτᾶσθαι οὔτε παραριθμεῖν οὔτε ὑφ’ ἑτέρου παραριθμεῖσθαι. ταῦτα γὰρ πάντα τὴν ἀπάτην περιέχειν καὶ τοῖς κατὰ τὸν τόπον ψεύδεσι πρόσθεσιν. Οὐδένα δὲ τῶν ἀστείων οὔθ’ ὁδοῦ διαμαρτάνειν οὔτ’ οἰκίας οὔτε σκοποῦ· ἀλλ’ οὐδὲ παρορᾶν [ἀλλ’] οὐδὲ παρακούειν νομίζουσι τὸν σοφόν, οὐδὲ τὸ σύνολον παραπαίειν κατά τι τῶν αἰσθητηρίων· καὶ γὰρ τούτων ἕκαστον ἔχεσθαι νομίζουσι τῶν[δε] ψευδῶν συγκαταθέσεων. οὐδ’ ὑπονοεῖν δέ φασι τὸν σοφόν· καὶ γὰρ τὴν ὑπόνοιαν ἀκαταλήπτῳ εἶναι τῷ γένει συγκατάθεσιν· οὐδὲ μετανοεῖν δ’ ὑπολαμβάνουσι τὸν νοῦν ἔχοντα· καὶ γὰρ τὴν μετάνοιαν ἔχεσθαι ψευδοῦς συγκαταθέσεως, ⟨ὡς⟩ ἂν προδιαπεπτωκότος. οὐδὲ μεταβάλλεσθαι δὲ κατ’ οὐδένα τρόπον οὐδὲ μετατίθεσθαι οὐδὲ σφάλλεσθαι· ταῦτα γὰρ εἶναι πάντα τῶν τοῖς δόγμασι μεταπιπτόντων, ὅπερ ἀλλότριον εἶναι τοῦ νοῦν ἔχοντος· οὐδὲ δοκεῖν αὐτῷ τι φασί παραπλησίως τοῖς εἰρημένοις.Diog. Laërt. VII 121. ἔτι τε μὴ δοξάσειν τὸν σοφόν, τουτέστι ψευδεῖ μὴ συγκαταθήσεσθαι μηδενί.
Sextus adv. math. VII 157 (Arcesilaus). οὐχὶ δέ γε τῶν δοξαστῶν ἐστιν ὁ σοφός. τοῦτο γὰρ ἀφροσύνης ἦν κατ’ αὐτοὺς καὶ τῶν ἁμαρτημάτων αἴτιον.
Cicero Acad. Pr. II 48. praesertim cum ipsi dicatis (scil. Stoici) sapientem in furore sustinere se ab omni adsensu, quia nulla in visis distinctio appareat.
Augustinus Soliloq. I 5, 9 R. Ergo istarum rerum disciplinam, siqua tibi est, non dubitas vocari scientiam? A. Non, si Stoici sinant, qui scientiam tribuunt nulli nisi sapienti. Perceptionem sane istorum me habere non nego, quam etiam stultitiae concedunt.
Lactant. iustit. div. III 4. Recte igitur Zeno ac Stoici opinationem repudiarunt. Opinari enim te scire, quod nescias, non
est sapientis, sed temerarii potius ac stulti. Ergo si neque sciri quicquam potest, ut Socrates docuit, nec opinari oportet, ut Zeno: tota philosophia sublata est.Stobaeus eclog. II 7 p. 111, 10. Λέγεσθαι δὲ μὴ ψεύδεσθαι τὸν σοφόν, ἀλλ’ ἐν πᾶσιν ἀληθεύειν· οὐ γὰρ ἐν τῷ λέγειν τι ψεῦδος τὸ ψεύδεσθαι ὑπάρχειν, ἀλλ’ ἐν τῷ διαψευστ⟨ικ⟩ῶς τὸ ψεῦδος λέγειν καὶ ἐπὶ ἀπάτῃ τῶν πλησίον. Τῷ μέντοι ψεύδει ποτὲ συγχρήσεσθαι νομίζουσιν αὐτὸν κατὰ πολλοὺς τρόπους ἄνευ συγκαταθέσεως· καὶ γὰρ κατὰ στρατηγίαν ⟨κατὰ⟩ τῶν ἀντιπάλων καὶ κατὰ τὴν τοῦ συμφέροντος προόρασιν καὶ κατ’ ἄλλας οἰκονομίας τοῦ βίου πολλάς.
Quintilianus instit. orat. XII 1, 38. ac primum concedant mihi omnes oportet, quod Stoicorum quoque asperrimi confitentur, facturum aliquando virum bonum, ut mendacium dicat, et quidem nonnunquam levioribus causis, ut in pueris aegrotantibus utilitatis eorum gratia multa fingimus, multa non facturi promittimus: nedum si ab homine occidendo grassator avertendus sit aut hostis pro salute patriae fallendus, ut hoc quod alias in servis quoque reprehendendum est, sit alias in ipso sapiente laudandum.
Diog. Laërt. VIII 122. ἔτι καὶ ἀναμαρτήτους (scil. εἶναι τοὺς σοφούς) τῷ ἀπεριπτώτους εἶναι ἁμαρτήματι.
Stobaeus ecl. II 65, 12 W. φασὶ δὲ καὶ πάντα ποιεῖν τὸν σοφὸν ⟨κατὰ⟩ πάσας τὰς ἀρετάς. πᾶσαν γὰρ πρᾶξιν τελείαν αὐτοῦ εἶναι, διὸ καὶ μηδεμιᾶς ἀπολελεῖφθαι ἀρετῆς.
Philo de fortitudine Vol. II Mang. p. 426. ὡς δὴ ἑκάστην ἡμέραν τοῦ σπουδαίου μηδὲν ἔρημον καὶ κενὸν ἐᾶν εἰς πάροδον ἁμαρτημάτων, ἀλλὰ πᾶσι τοῖς μέρεσι καὶ διαστήμασιν αὐτῆς καλοκἀγαθίας πεπληρῶσθαι. Κρίνεται γὰρ οὐ ποσότητι ἀλλὰ ποιότητι ἡ ἀρετὴ καὶ τὸ καλόν· ὅθεν ἰσότιμον καλῷ βίῳ σοφοῦ καὶ μίαν ἡμέραν ὑπέλαβον εἶναι κατορθουμένην. - - - διότι πάσαις μὲν ταῖς κινήσεσι, πάσαις δὲ ταῖς σχέσεσιν ὁ σπουδαῖος ἐπαινετός, ἔνδον τε καὶ ἔξω, πολιτικός τε ὁμοῦ καὶ οἰκονόμος, τὰ μὲν ἔνδον ἐξορθῶν οἰκονομικῶς, τὰ δ’ ἔξω πολιτικῶς ᾗ συμφέρον ἐπανορθοῦσθαι.
Philo de anim. sacrif. idon. Vol. II Mang. p. 249. τὸν αὐτὸν τρόπον καὶ τῶν σπουδαίων καὶ φιλοθέων συμβαίνει τὰς πρὸς καλοκαγαθίαν ἀφορίας ἀμείνους εἶναι ὧν ἐκ τύχης οἱ φαῦλοι κατορθοῦσι.