Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Diog. Laërt. VII 227. ἀρέσκει δὲ αὐτοῖς μηδὲν μέσον εἶναι ἀρετῆς καὶ κακίας, τῶν Περιπατητικῶν μεταξὺ ἀρετῆς καὶ κακίας εἶναι λεγόντων τὴν προκοπήν· ὡς γὰρ δεῖν φασιν ἢ ὀρθὸν εἶναι ξύλον ἢ στρεβλόν, οὕτως ἢ δίκαιον ἢ ἄδικον, οὔτε δὲ δικαιότερον οὔτε ἀδικώτερον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.

Alexander Aphrod. Quaest. IV 3 p. 121, 14 Bruns. Ὅτι δικαιοσύνης τε καὶ ἀδικίας καὶ ὅλως ἀρετῆς τε καὶ κακίας ἔστι τις ἕξις μεταξὺ ἢν μέσην ἕξιν λέγομεν. εἰ ἡ δικαιοσύνη καὶ ἡ ἀδικία διαθέσεις κατ’ αὐτούς, αἱ δὲ διαθέσεις ἀναπόβλητοι, οὔτ’ ἂν ἐξ ἀδίκου γίνοιτό τις δίκαιος, οὔτε ἐκ δικαίου ἄδικος. - - 24. εἰ δὲ λέγοιεν τὰς κακίας μὴ εἶναι διαθέσεις μηδ’ ἀναποβλήτους, ἀλλὰ μεταβάλλειν τινὰς μηδὲν κωλύειν ἐξ ἀδικίας εἰς δικαιοσύνην καὶ ὅλως ἐκ κακίας εἰς ἀρετήν, ἀλλ’ εἴς γε τὴν κακίαν πόθεν μεταβάλλουσιν;

ibid. 32. εἰ δὲ λέγοιεν μηδέπω τοὺς παῖδας λογικοὺς εἶναι, διὸ μηδὲ δικαίους μηδὲ ἀδίκους (λογικοῦ γὰρ αἱ ἕξεις αὗται, εἰ δ’ αὗται λογικοῦ καὶ ἡ μέση, διὸ ὁ παῖς ἄλογος ὢν οὔτ’ ἐν ἀρετῇ ἐστιν οὔτ’ ἐν κακίᾳ οὔτ’ ἐν τῷ μεταξὺ τούτων, ὥσπερ οὐδ’ ἄλλο τι τῶν ἀλόγων) μεταβάλλοντας δ’ εἰς τὸ λογικὸν εὐθὺς εἶναι κακούς, ἀλλ’ οὐ γίνεσθαι, ὁμολογοῖεν ἂν διὰ τούτων etc.

Origenes de princ. III p. 129 ed. Delarue. τρίτον δὲ ἐροῦσιν ὅτι τῶν μέσων ἐστὶ τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλά, καὶ οὔτε ἀστεῖον οὔτε φαῦλον· λεκτέον δὲ πρὸς τοῦτο ὅτι εἰ τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλὰ μέσον ἐστί, καὶ τὸ ἐναντίον αὐτῷ μέσον ἐστί etc.

Plutarchus de comm. not. cp. 10 p. 1063a. Ναί, φασίν, ἀλλὰ ὥσπερ ὁ πῆχυν ἀπέχων ἐν θαλάττῃ τῆς ἐπιφανείας, οὐδδὲν ἧττον πνίγεται τοῦ καταδεδυκότος ὀργυιὰς πεντακοσίας, οὕτως οὐδὲ οἱ πελάζοντες ἀρετῇ τῶν μακρὰν ὄντων ἧττόν εἰσιν ἐν κακίᾳ· καὶ καθάπερ οἱ τυφλοὶ τυφλοί εἰσι, κἂν ὀλίγον ὕστερον ἀναβλέπειν μέλλωσιν, οὕτως οἱ προκόπτοντες, ἄχρις

οὗ τὴν ἀρετὴν ἀναλάβωσιν, ἀνόητοι καὶ μοχθηροὶ διαμένουσιν (fragmentum incertum, pulo, ex libro ethico Chrysippi).

Plutarchus Quomodo quis in virtute sentiat profectus cp. 1 p. 75c. οὕτως ἐν τῷ φιλοσοφεῖν οὔτε προκοπὴν οὔτε τινὰ προκοπῆς αἴσθησιν ὑποληπτέον, εἰ μηδὲν ἡ ψυχὴ μεθίησι μηδ’ ἀποκαθαίρεται τῆς ἀβελτερίας, ἄχρι δὲ τοῦ λαβεῖν ἄκρατον τὸ ἀγαθὸν καὶ τέλειον ἀκράτῳ τῷ κακῷ χρῆται. Καὶ γὰρ ἀκαρεῖ χρόνου καὶ ὥρας ἐκ τῆς ὡς ἔνι μάλιστα φαυλότητος εἰς οὐκ ἔχουσαν ὑπερβολὴν ἀρετῆς διάθεσιν μεταβαλὼν ὁ σοφός, ἧς οὐδ’ ἐν χρόνῳ πολλῷ μέρος ἀφεῖλε κακίας ἅμα πᾶσαν ἐξαίφνης ἐκπέφευγε. καίτοι ἤδη τοὺς ταῦτά γε λέγοντας οἶσθα δήπου πάλιν πολλὰ παρέχοντας αὑτοῖς πράγματα καὶ μεγάλας ἀπορίας περὶ τοῦ διαλεληθότος, ὃς αὐτὸς ἑαυτὸν οὐδέπω κατείληφε γεγονὼς σοφός, ἀλλ’ ἀγνοεῖ καὶ ἀμφιδοξεῖ τῷ κατὰ μικρὸν ἐν χρόνῳ πολλῷ τὰ μὲν ἀφαιροῦντι τὰ δὲ προστιθέντι γιγνομένην τὴν ἐπίδοσιν καθάπερ πορείαν τῇ ἀρετῇ λαθεῖν ἀτρέμα προσμίξασαν. εἰ δέ γε ἦν τάχος τοσοῦτον τῆς μεταβολῆς καὶ μέγεθος, ὥστε τὸν πρωῒ κάκιστον ἑσπέρας γεγονέναι κράτιστον, ἢ ἂν οὕτω τινὶ συντύχῃ τὰ τῆς μεταβολῆς, καταδαρθόντα φαῦλον ἀνεγρέσθαι σοφὸν καὶ προσειπεῖν ἐκ τῆς ψυχῆς μεθεικότα τὰς χθιζὰς ἀβελτερίας καὶ ἀπάτας

ψευδεῖς ὄνειροι, χαίρετ’· οὐδὲν ἦτ’ ἄρα,
τίς ἂν ἀγνοήσειεν αὑτοῦ διαφορὰν ἐν αὑτῷ τοσαύτην γενομένην καὶ φρόνησιν ἀθρόον ἐκλάμψασαν;

Stobaeus eclog. II 7 p. 113 W. Γίνεσθαι δὲ καὶ διαλεληθότα τινὰ σοφὸν νομίζουσι κατὰ τοὺς πρώτους χρόνους, οὔτε ὀρεγόμενόν τινος οὔθ’ ὅλως γινόμενον ἔν τινι τῶν ἐν τῷ βούλεσθαι εἰδικῶν ὄντων, διὰ τὸ μὴ κρίνοντι αὐτῷ παρεῖναι ὧν χρή. Οὐ μόνον δ’ ἐπὶ τῆς φρονήσεως ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν τὰς τοιαύτας ἔσεσθαι διαλήψεις.

Philo de agricultura § 160 Vol. II p. 127, 23 Wendl. Οἱ δὲ μὴ τούτων (scil. μελέτης συνεχοῦς καὶ γυμνασμάτων) τυγχάνοντες παρὰ τοῖς φιλοσόφοις διαλεληθότες λέγονται εἶναι σοφοί. Τοὺς γὰρ ἄχρι σοφίας ἄκρας ἐληλακότας καὶ τῶν ὅρων αὐτῆς ἄρτι πρῶτον ἁψαμένους, ἀμήχανον εἰδέναι φασὶ τὴν ἑαυτῶν τελείωσιν. Μὴ γὰρ κατὰ τὸν αὐτὸν χρόνον ἄμφω συνίστασθαι, τήν τε πρὸς τὸ πέρας ἄφιξιν καὶ τὴν τῆς ἀφίξεως κατάληψιν· ἀλλ’ εἶναι μεθόριον ἄγνοιαν, οὐ τὴν μακρὰν ἀπεληλαμένην ἐπιστήμης, ἀλλὰ τὴν ἐγγὺς καὶ ἀγχίθυρον αὐτῇ.

Plutarchus de comm. not. cp. 8 p. 1061f. ἔτι παρὰ τὴν ἔννοιάν

ἐστιν ἀγαθῶν μὲν εἶναι μέγιστον τὸ ἀμετάπτωτον ἐν ταῖς κρίσεσι καὶ βέβαιον, μὴ δεῖσθαι δὲ τούτου τὸν ἐπ’ ἄκρον προκόπτοντα μηδὲ φροντίζειν παραγενομένου· πολλάκις δὲ μηδὲ τὸν δάκτυλον προτεῖναι ταύτης γ’ ἕνεκα τῆς ἀσφαλείας καὶ βεβαιότητος, ἣν τέλειον ἀγαθὸν καὶ μέγα νομίζουσιν.

Proclus in Plat. Alcib. pr. Vol. III p. 158 ed. Cousin. Ὀρθῶς οἱ ἀπὸ τῆς Στοᾶς λέγειν εἰώθασιν, ὡς ὁ μὲν ἀπαίδευτος ἄλλους αἰτιᾶται καὶ οὐχ ἑαυτὸν τῆς αὐτοῦ κακοδαιμονίας· ὁ δὲ προκόπτων εἰς αὑτὸν ἀναφέρει τὴν αἰτίαν ὧν ποιεῖ πάντων ἢ λέγει κακῶς· ὁ δὲ πεπαιδευμένος οὔτε ἑαυτὸν οὔτε ἄλλους αἰτιᾶται τῶν οἰκείων παροραμάτων. Οὐδὲ γὰρ αὐτὸς παρορᾷ τῶν δεόντων οὐδὲν ἀλλ’ ἔστιν αὐτὸς τῆς τοῦ καθήκοντος εὑρέσεως ἀρχηγός.

Origenes in evang. Ioannis II 10 p. 122 Lo. Ἔστι τινὰ δόγματα παρ’ Ἕλλησι καλούμενα παράδοξα, τῷ κατ’ αὐτοὺς σοφῷ πλεῖστα ὅσα προσάπτοντα μετά τινος ἀποδείξεως ἢ φαινομένης ἀποδείξεως. καθ’ ἅ φασι μόνον καὶ πάντα τὸν σοφὸν εἶναι ἱερέα, τῷ μόνον καὶ πάντα τὸν σοφὸν ἐπιστήμην ἔχειν τῆς τοῦ θεοῦ θεραπείας, καὶ μόνον καὶ πάντα τὸν σοφὸν εἶναι ἐλεύθερον, ἐξουσίαν αὐτοπραγίας ἀπὸ τοῦ θείου νόμου εἰληφότα· καὶ τὴν ἐξουσίαν δὲ ὁρίζονται νομίμην ἐπιτροπήν.

Plutarchus de Stoic. repugn. cp. 17 p. 1041f. ἐν τῷ τρίτῳ περὶ Δικαιοσύνης ταῦτ’ εἴρηκε· Διὸ καὶ διὰ τὴν ὑπερβολὴν τοῦ τε μεγέθους καὶ τοῦ κάλλους, πλάσμασι δοκοῦμεν ὅμοια λέγειν, καὶ οὐ κατὰ τὸν ἄνθρωπον καὶ τὴν ἀνθρωπίνην φύσιν.

Plutarchus Quaest. Conv. I 9 p. 626f. Θέων - - πρὸς Θεμιστοκλέα τὸν Στωϊκὸν διηπόρησε τί δήποτε Χρύσιππος ἐν πολλοῖς τῶν παραλόγων καὶ ἀτόπων ἐπιμνησθείς, οἷόν ἐστι τὸ τάριχος, ἂν ἅλμῃ βρέχηται, γλυκύτερον γίγνεσθαι καὶ τὸ τῶν ἐρίων τοὺς πόκους ἧττον ὑπακούειν τοῖς βίᾳ διασπῶσιν ἢ τοῖς ἀτρέμα διαλύουσι καὶ τὸ νηστεύσαντας ἀργότερον ἐσθίειν ἢ προφαγόντας οὐδενὸς αὐτῶν αἰτίαν ἀπέδωκεν.

Ὁ δὲ Θεμιστοκλῆς εἰπὼν ὅτι ταῦτα Χρύσιππος ἄλλως ἐν παραδείγματος λόγῳ προὔθετο, ῥᾳδίως ἡμῶν καὶ ἀλόγως ὑπὸ τοῦ εἰκότος ἁλισκομένων καὶ πάλιν ἀπιστούντων τῷ παρὰ τὸ εἰκὸς ἐπιστρέφων· Σοὶ δ’, ἐφη, etc.

Proclus in Euclidem 35, 25 p. 397 Friedlein. ἐξειργάσαντο γὰρ καὶ οἱ ἀπὸ τῶν μαθημάτων τὸν παράδοξον λεγόμενον τόπον, ὥσπερ οἱ ἀπὸ τῆς Στοᾶς ἐπὶ τῶν δειγμάτων etc.

Stobaeus ecl. II 111, 18 W. ψεῦδος δ’ ὑπολαμβάνειν οὐδέποτέ φασι τὸν σοφόν, οὐδὲ τὸ παράπαν ἀκαταλήπτῳ τινὶ συγκατατίθεσθαι,

διὰ τὸ μηδὲ δοξάζειν αὐτὸν μηδ’ ἀγνοεῖν μηδέν. τὴν γὰρ ἄγνοιαν μεταπτωτικὴν εἶναι συγκατάθεσιν καὶ ἀσθενῆ. Μηδὲν δ’ ὑπολαμβάνειν ἀσθενῶς, ἀλλὰ μᾶλλον ἀσφαλῶς καὶ βεβαίως, διὸ καὶ μηδὲ δοξάζειν τὸν σοφόν. Διττὰς γὰρ εἶναι δόξας, τὴν μὲν ἀκαταλήπτῳ συγκατάθεσιν, τὴν δὲ ὑπόληψιν ἀσθενῆ· ταύτας ⟨δ’⟩ ἀλλοτρίους εἶναι τῆς τοῦ σοφοῦ διαθέσεως· δι’ ὃ καὶ τὸ προπίπτειν πρὸ καταλήψεως ⟨καὶ⟩ συγκατατίθεσθαι κατὰ τὸν προπετῆ φαῦλον εἶναι καὶ μὴ πίπτειν εἰς τὸν εὐφυῆ καὶ τέλειον ἄνδρα καὶ σπουδαῖον. Οὐδὲ λανθάνειν δὲ αὐτόν τι, τὴν γὰρ λῆσιν εἶναι ψεύδους ὑπόληψιν ἀποφαντικὴν πράγματος. Τούτοις δ’ ἀκολούθως οὐκ ἀπιστεῖν, τὴν γὰρ ἀπιστίαν εἶναι ψεύδους ὑπόληψιν· τὴν δὲ πίστιν ἀστεῖον ὑπάρχειν, εἶναι γὰρ κατάληψιν ἰσχυράν, βεβαιοῦσαν τὸ ὑπολαμβανόμενον. Ὁμοίως δὲ καὶ τὴν ἐπιστήμην ἀμετάπτωτον ὑπὸ λόγου· διὰ ταῦτά φασι μήτε ἐπίστασθαί τι τὸν φαῦλον μήτε πιστεύειν. Ἐχομένως δὲ τούτων οὔτε πλεονεκτεῖσθαι τὸν σοφὸν οὔτε βουκολεῖσθαι οὔτε διαιτᾶσθαι οὔτε παραριθμεῖν οὔτε ὑφ’ ἑτέρου παραριθμεῖσθαι. ταῦτα γὰρ πάντα τὴν ἀπάτην περιέχειν καὶ τοῖς κατὰ τὸν τόπον ψεύδεσι πρόσθεσιν. Οὐδένα δὲ τῶν ἀστείων οὔθ’ ὁδοῦ διαμαρτάνειν οὔτ’ οἰκίας οὔτε σκοποῦ· ἀλλ’ οὐδὲ παρορᾶν [ἀλλ’] οὐδὲ παρακούειν νομίζουσι τὸν σοφόν, οὐδὲ τὸ σύνολον παραπαίειν κατά τι τῶν αἰσθητηρίων· καὶ γὰρ τούτων ἕκαστον ἔχεσθαι νομίζουσι τῶν[δε] ψευδῶν συγκαταθέσεων. οὐδ’ ὑπονοεῖν δέ φασι τὸν σοφόν· καὶ γὰρ τὴν ὑπόνοιαν ἀκαταλήπτῳ εἶναι τῷ γένει συγκατάθεσιν· οὐδὲ μετανοεῖν δ’ ὑπολαμβάνουσι τὸν νοῦν ἔχοντα· καὶ γὰρ τὴν μετάνοιαν ἔχεσθαι ψευδοῦς συγκαταθέσεως, ⟨ὡς⟩ ἂν προδιαπεπτωκότος. οὐδὲ μεταβάλλεσθαι δὲ κατ’ οὐδένα τρόπον οὐδὲ μετατίθεσθαι οὐδὲ σφάλλεσθαι· ταῦτα γὰρ εἶναι πάντα τῶν τοῖς δόγμασι μεταπιπτόντων, ὅπερ ἀλλότριον εἶναι τοῦ νοῦν ἔχοντος· οὐδὲ δοκεῖν αὐτῷ τι φασί παραπλησίως τοῖς εἰρημένοις.

Diog. Laërt. VII 121. ἔτι τε μὴ δοξάσειν τὸν σοφόν, τουτέστι ψευδεῖ μὴ συγκαταθήσεσθαι μηδενί.

Sextus adv. math. VII 157 (Arcesilaus). οὐχὶ δέ γε τῶν δοξαστῶν ἐστιν ὁ σοφός. τοῦτο γὰρ ἀφροσύνης ἦν κατ’ αὐτοὺς καὶ τῶν ἁμαρτημάτων αἴτιον.

Cicero Acad. Pr. II 48. praesertim cum ipsi dicatis (scil. Stoici) sapientem in furore sustinere se ab omni adsensu, quia nulla in visis distinctio appareat.

Augustinus Soliloq. I 5, 9 R. Ergo istarum rerum disciplinam, siqua tibi est, non dubitas vocari scientiam? A. Non, si Stoici sinant, qui scientiam tribuunt nulli nisi sapienti. Perceptionem sane istorum me habere non nego, quam etiam stultitiae concedunt.

Lactant. iustit. div. III 4. Recte igitur Zeno ac Stoici opinationem repudiarunt. Opinari enim te scire, quod nescias, non

est sapientis, sed temerarii potius ac stulti. Ergo si neque sciri quicquam potest, ut Socrates docuit, nec opinari oportet, ut Zeno: tota philosophia sublata est.

Stobaeus eclog. II 7 p. 111, 10. Λέγεσθαι δὲ μὴ ψεύδεσθαι τὸν σοφόν, ἀλλ’ ἐν πᾶσιν ἀληθεύειν· οὐ γὰρ ἐν τῷ λέγειν τι ψεῦδος τὸ ψεύδεσθαι ὑπάρχειν, ἀλλ’ ἐν τῷ διαψευστ⟨ικ⟩ῶς τὸ ψεῦδος λέγειν καὶ ἐπὶ ἀπάτῃ τῶν πλησίον. Τῷ μέντοι ψεύδει ποτὲ συγχρήσεσθαι νομίζουσιν αὐτὸν κατὰ πολλοὺς τρόπους ἄνευ συγκαταθέσεως· καὶ γὰρ κατὰ στρατηγίαν ⟨κατὰ⟩ τῶν ἀντιπάλων καὶ κατὰ τὴν τοῦ συμφέροντος προόρασιν καὶ κατ’ ἄλλας οἰκονομίας τοῦ βίου πολλάς.

Quintilianus instit. orat. XII 1, 38. ac primum concedant mihi omnes oportet, quod Stoicorum quoque asperrimi confitentur, facturum aliquando virum bonum, ut mendacium dicat, et quidem nonnunquam levioribus causis, ut in pueris aegrotantibus utilitatis eorum gratia multa fingimus, multa non facturi promittimus: nedum si ab homine occidendo grassator avertendus sit aut hostis pro salute patriae fallendus, ut hoc quod alias in servis quoque reprehendendum est, sit alias in ipso sapiente laudandum.