Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Diog. Laërt. VII 227. ἀρέσκει δὲ αὐτοῖς μηδὲν μέσον εἶναι ἀρετῆς καὶ κακίας, τῶν Περιπατητικῶν μεταξὺ ἀρετῆς καὶ κακίας εἶναι λεγόντων τὴν προκοπήν· ὡς γὰρ δεῖν φασιν ἢ ὀρθὸν εἶναι ξύλον ἢ στρεβλόν, οὕτως ἢ δίκαιον ἢ ἄδικον, οὔτε δὲ δικαιότερον οὔτε ἀδικώτερον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.

Alexander Aphrod. Quaest. IV 3 p. 121, 14 Bruns. Ὅτι δικαιοσύνης τε καὶ ἀδικίας καὶ ὅλως ἀρετῆς τε καὶ κακίας ἔστι τις ἕξις μεταξὺ ἢν μέσην ἕξιν λέγομεν. εἰ ἡ δικαιοσύνη καὶ ἡ ἀδικία διαθέσεις κατ’ αὐτούς, αἱ δὲ διαθέσεις ἀναπόβλητοι, οὔτ’ ἂν ἐξ ἀδίκου γίνοιτό τις δίκαιος, οὔτε ἐκ δικαίου ἄδικος. - - 24. εἰ δὲ λέγοιεν τὰς κακίας μὴ εἶναι διαθέσεις μηδ’ ἀναποβλήτους, ἀλλὰ μεταβάλλειν τινὰς μηδὲν κωλύειν ἐξ ἀδικίας εἰς δικαιοσύνην καὶ ὅλως ἐκ κακίας εἰς ἀρετήν, ἀλλ’ εἴς γε τὴν κακίαν πόθεν μεταβάλλουσιν;

ibid. 32. εἰ δὲ λέγοιεν μηδέπω τοὺς παῖδας λογικοὺς εἶναι, διὸ μηδὲ δικαίους μηδὲ ἀδίκους (λογικοῦ γὰρ αἱ ἕξεις αὗται, εἰ δ’ αὗται λογικοῦ καὶ ἡ μέση, διὸ ὁ παῖς ἄλογος ὢν οὔτ’ ἐν ἀρετῇ ἐστιν οὔτ’ ἐν κακίᾳ οὔτ’ ἐν τῷ μεταξὺ τούτων, ὥσπερ οὐδ’ ἄλλο τι τῶν ἀλόγων) μεταβάλλοντας δ’ εἰς τὸ λογικὸν εὐθὺς εἶναι κακούς, ἀλλ’ οὐ γίνεσθαι, ὁμολογοῖεν ἂν διὰ τούτων etc.