Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Plut. de Stoic. repugn. cp. 26 p. 1046d. εἰ μὲν οὖν τὴν φρόνησιν ἡγεῖτο (scil. Chrysippus) ποιητικὸν εἶναι τῆς εὐδαιμονίας ἀγαθόν, ὥσπερ ὁ Ἐπίκουρος non ipse sibi repugnaret, ἐπεὶ δ’ ἡ φρόνησις οὐχ ἕτερόν ἐστι τῆς εὐδαιμονίας κατ’ αὐτὸν ἀλλ’ εὐδαιμονία etc.

Plut. de comm. not. 8 p. 1061f. Οὐ μόνον οὖν ταῦτα λέγουσιν

οἱ ἄνδρες, ἀλλὰ κἀκεῖνα πρὸς τούτοις, ὅτι "ἀγαθὸν ὁ χρόνος οὐκ αὔξει προσγινόμενος, ἀλλὰ κἂν ἀκαρές τις ὥρας γένηται φρόνιμος, οὐδενὶ πρὸς εὐδαιμονίαν ἀπολειφθήσεται τοῦ τὸν αἰῶνα χρωμένου τῇ ἀρετῇ καὶ μακαρίως ἐν αὐτῇ καταβιοῦντος."

Plut. de Stoic. repugn. cp. 26 p. 1046c. Ἐν πολλοῖς εἰρηκὼς (sc. Chrysippus) ὅτι παρὰ τὸν πλείονα χρόνον οὐδὲν μᾶλλον εὐδαιμονοῦσιν, ἀλλ’ ὁμοίως καὶ ἐπίσης τοῖς τὸν ἀμερῆ χρόνον εὐδαιμονίας μετασχοῦσιν.

Stobaeus Eclog. II 98, 17 W. Δι’ ὃ καὶ πάντως εὐδαιμονεῖν ἀεὶ τῶν ἀνθρώπων τοὺς ἀγαθούς, τοὺς δὲ φαύλους κακοδαιμονεῖν. καὶ ⟨ἐκείνων⟩ τὴν εὐδαιμονίαν μὴ διαφέρειν τῆς θείας εὐδαιμονίας, μηδὲ τὴν ἀμεριαίαν ὁ Χρύσιππός φησι διαφέρειν τῆς τοῦ Διὸς εὐδαιμονίας, ⟨καὶ⟩ κατὰ μηδὲν αἱρετωτέραν εἶναι μήτε καλλίω μήτε σεμνοτέραν τὴν τοῦ Διὸς εὐδαιμονίαν τῆς τῶν σοφῶν. ἀνδρῶν.

Themistius Orat. VIII p. 101d. Χρύσιππος δὲ ἄχρι τῶν ῥημάτων ἔοικεν ἀνδρίζεσθαι, ταὐτὸν δύνασθαι φάσκων ἀνδρὶ σπουδαίῳ μίαν ἡμέραν, μᾶλλον δὲ καὶ μίαν ὥραν πολλοῖς ἐνιαυτοῖς.