Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Plutarchus de Stoic. repugn. cp. 11 p. 1037c. (Ἐν τῷ περὶ Νόμου?) Τὸ κατόρθωμά φασι νόμου πρόσταγμα εἶναι· τὸ δ’ ἁμάρτημα νόμου ἀπαγόρευμα, διὸ τὸν νόμον πολλὰ τοῖς φαύλοις ἀπαγορεύειν, προστάττειν δὲ μηδέν· οὐ γὰρ δύνανται κατορθοῦν.

Plutarchus de Stoic. repugn. cp. 11 p. 1037e. (Χρύσιππος ἐν τῷ περὶ Νόμου?) Καὶ τὸν ἰατρὸν τῷ μαθητῇ προστάττειν λέγουσι τεμεῖν καὶ καῦσαι, κατὰ παράλειψεν τοῦ εὐκαίρως καὶ μετρίως· καὶ τὸν μουσικὸν λυρίσαι καὶ ᾆσαι, κατὰ παράλειψιν τοῦ ἐμμελῶς καὶ συμφώνως· διὸ τοὺς ταῦτα ποιήσαντας ἀτέχνως καὶ κακῶς κολάζουσιν· [ὡς] προσετάχθη γὰρ ὀρθῶς οἱ δ’ οὐκ ὀρθῶς ἐποίησαν. Οὐκοῦν καὶ ὁ σοφὸς τῷ θεράποντι προστάττων εἰπεῖν τι καὶ πρᾶξαι, κἂν μὴ εὐκαίρως τοῦτο πράξῃ μηδὲ ὡς δεῖ κολάζων, δῆλός ἐστι κατόρθωμα προστάττων, οὐ μέσον· εἰ δὲ μέσα προστάττουσιν οἱ σοφοὶ τοῖς φαύλοις, τί κωλύει καὶ τὰ τοῦ νόμου προστάγματα τοιαῦτα εἶναι.

Philo de sacrificiis Abel et Cain § 43 Vol. I p. 219, 14 Wendl. αἱ τέλειοι ἀρεταὶ μόνου τοῦ τελείου καὶ γνησίου κτήματα· τὰ δὲ μέσα τῶν καθηκόντων ἐφαρμόττει καὶ τοῖς ἀτελέσι μέχρι τῶν ἐγκυκλίων προπαιδευμάτων ἐλθοῦσιν.

Origenes comment. in Matthaeum Vol. III p. 494 Delarue. καὶ πρέπον γέ ἐστι θεοῦ νόμῳ ἀπαγορεύειν τὰ ἀπὸ κακίας καὶ προστάσσειν τὰ κατ’ ἀρετήν· τὰ δὲ τῷ ἰδίῳ λόγῳ ἀδιάφορα ταῦτα ἐᾶν ἐπὶ χώρας, δυνάμενα διὰ τὴν προαίρεσιν καὶ τὸν ἐν ἡμῖν λόγον ἁμαρτανόμενα μὲν κακῶς πράττεσθαι, κατορθούμενα δὲ γίνεσθαι καλῶς.