Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Philo Leg. Alleg. III § 210 Vol. I p. 160, 2 Wendl. ἐπεὶ καὶ ὁ φαῦλος ἔνια δρᾷ τῶν καθηκόντων οὐκ ἀφ’ ἕξεως καθηκούσης· καὶ ὁ μεθύων μέντοι καὶ μεμηνὼς ἔστιν ὅτε νηφάλια φθέγγεταί τε καὶ ποιεῖ, ἀλλ’ οὐκ ἀπὸ νηφούσης διανοίας· καὶ οἱ ἔτι κομιδῇ νήπιοι παῖδες οὐκ ἀπὸ λογικῆς ἕξεως (οὔπω γὰρ αὐτοὺς ἡ φύσις λογικοὺς πεπαίδευκε) πολλὰ πράττουσι καὶ λέγουσι ὧν οἱ λογικοί. Βούλεται δὲ ὁ νομοθέτης τὸν σοφὸν μὴ σχετικῶς καὶ εὐαλώτως καὶ ὡς ἂν ἐκ τύχης εὐλόγιστον δοκεῖν εἶναι, ἀλλ’ ἀπὸ ἕξεως καὶ διαθέσεως εὐλογίστου.
Philo de Cherubim § 14 Vol. I p. 173, 12 Wendl. τὸ δέον πολλάκις δεόντως οὐκ ἐνεργεῖται καὶ τὸ μὴ καθῆκον ἔστιν ὅτε δρᾶται καθηκόντως. Οἷον ἡ μὲν τῆς παρακαταθήκης ἀπόδοσις, ὅταν μὴ ἀπὸ γνώμης ὑγιοῦς γίγνηται, ἀλλ’ ἢ ἐπὶ βλάβῃ τοῦ λαμβάνοντος ἢ ἐπ’ ἐνέδρᾳ τῆς περὶ μείζονα πίστιν ἀρνήσεως, καθῆκον ἔργον οὐ δεόντως ἐπιτελεῖται. Τὸ δὲ τῷ κάμνοντι μὴ ἀληθεῦσαι τὸν ἰατρόν, κενοῦν ἢ τέμνειν ἢ καίειν διεγνωκότα ἐπ’ ὠφελείᾳ τοῦ νοσοῦντος, ἵνα μὴ προλαβὼν τὰ δεινὰ φύγῃ τὴν θεραπείαν, ἢ ἐξασθενήσας ἀπείπῃ πρὸς αὐτήν· ἢ πρὸς τοὺς πολεμίους τὸν σοφὸν ψεύσασθαι ἐπὶ τῇ τῆς πατρίδος σωτηρίᾳ, δείσαντα μὴ ἐκ τοῦ ἀληθεῦσαι ῥωσθῇ τὰ τῶν ἀντιπάλων, οὐ καθῆκον ἔργον δεόντως ἐνεργεῖται.