Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Galenus de H. et Plat. decr. IV 6 (149) p. 386 Mü. καὶ μὲν δὴ καὶ ὅταν μνημονεύῃ τοῦ Μενανδρείου ἔπους, ἐν ᾧ φησι· τὸν νοῦν ἔχων ὑποχείριον εἰς τὸν πίθον δέδωκα, φανερῶς κἀνταῦθα μαρτυροῦσαν ἀπόφασιν τῇ παλαιᾷ δόξῃ παρατίθεται, καθάπερ κἀπειδὰν ἐξηγούμενος τὸ μὴ παρ’ ἑαυτοῖς εἶναι μηδ’ ἐν ἑαυτοῖς λέγῃ ταυτί·

Οἰκείως δὲ καὶ ἐκφέρεσθαι λέγονται οἱ οὕτως ὀργιζόμενοι, τοῖς ἐπὶ τῶν δρομέων προεκφερομένοις παραπλησίως κατὰ τὸ πλεονάζον, τῶν μὲν παρὰ τὴν ἐν τῷ τρέχειν ὁρμήν, τῶν δὲ παρὰ τὸν ἴδιον λόγον. οὐ γὰρ ἂν οὕτως οἵ γε κρατοῦντες τῆς κινήσεως καθ’ ἑαυτοὺς ἂν κινεῖσθαι λέγοιντο, ἀλλὰ κατ’ ἄλλην τινὰ βίαν ἔξωθεν αὐτῶν.

ὁμολογεῖ κἀνταῦθα βίαν τινὰ τὴν κινοῦσαν εἶναι πᾶσι τοῖς ἐμπαθέσιν ὁρμάς, ὀρθότατα γιγνώσκων, πλὴν ὅτι τὴν βίαν ἔξωθεν αὐτῶν ἔφησεν εἶναι, δέον οὐκ ἔξωθεν, ἀλλ’ ἐν τοῖς ἀνθρώποις ὑπάρχειν εἰπεῖν etc. - - - ὅπερ, οἶμαι, καὶ διὰ τῶν τοιούτων παραδειγμάτων ὁ Χρύσιππος κατασκευάζων οὐκ αἰσθάνεται. παρατίθεται γοῦν τὸν Εὐριπίδου γεγραμμένον Ἡρακλεῖ πρὸς Ἄδμητον διάλογον. ἔχει δ’ ὧδε· (Alc. 1079)

Τί δ’ ἂν προκόπτοις, εἰ θέλεις στένειν ἀεί;
ταυτὶ μὲν Ἡρακλῆς λέγει, ὁ δ’ Ἄδμητος ἀποκρίνεται·
Ἔγνωκα κ’ αὐτός, ἀλλ’ ἔρως τις ἐξάγει.
δῆλον γὰρ ὅτι τῆς ἐπιθυμητικῆς δυνάμεως, οὐ τῆς λογικῆς ὁ ἔρως πάθος ὑπάρχων ἐξάγει τὴν ὅλην ψυχὴν καὶ ἄγει τὸν ἄνθρωπον εἰς
ἐναντίας πράξεις ὧν ἐξ ἀρχῆς ἐκεκρίκει. παρατίθεται δὲ καὶ τὰ τοῦ Ἀχιλλέως πρὸς τὸν Πρίαμον εἰρημένα· (Ω 549-551)
Ἄνσχεο μηδ’ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν· Οὐ γάρ τι πρήξεις, ἀκαχήμενος υἷος ἐῆος, Οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.
Ταῦτα μέν φησι λέγειν αὐτὸν παρ’ αὐτῷ διαλεγόμενον (οὕτω γὰρ ἔγραψεν αὐτοῖς ὀνόμασιν), ἐξίστασθαι δ’ οὐκ ὀλιγάκις ἐκ τῶν αὐτῶν τούτων κρίσεων ἐν τοῖς συμπίπτουσιν, καὶ μὴ κρατεῖν ἑαυτοῦ νικωμένου ὑπὸ τῶν παθῶν.

Καὶ γὰρ οὖν κἀνταῦθα τό τε τῶν κρίσεων ἐξίστασθαι καὶ τὸ μὴ κρατεῖν ἑαυτοῦ καὶ τὸ ποτὲ μὲν εἶναι παρ’ ἑαυτῷ, ποτὲ δ’ οὒ καὶ πάνθ’ ὅσα τοιαῦτα, τοῖς τε φαινομένοις ἐναργῶς ὁμολογεῖ καὶ τῇ παλαιιᾶ δόξῃ περὶ παθῶν τε καὶ ψυχῆς δυνάμεων, οὐ μὴν οἷς ὑπέθετο Χρύσιππος. ὁμοίως δ’ εἴρηται καὶ τὰ τοιαῦτα κατὰ τὸ περὶ τῶν παθῶν βιβλίον·

Τὸ γὰρ δὴ σεσοβημένον καὶ παρηλλαχὸς ἐν ἡμῖν καὶ ἀπειθὲς τῷ λόγῳ οὐχ ἧττον ἐπὶ τῆς ἡδονῆς καταγίνεται.

καὶ πάλιν·

Οὕτω γὰρ ἐξιστάμεθα καὶ ἔξω γινόμεθα ἑαυτῶν καὶ τελέως ἀποτυφλούμεθα ἐν τοῖς σφαλλομένοις, ὥστ’ ἔστιν ὅτε σπόγγον ἔχοντες ἢ ἔριον ἐν ταῖς χερσὶν τοῦτο διαράμενοι βάλλομεν ὡς δή τι περανοῦντες δι’ αὐτῶν· εἰ δ’ ἐτυγχάνομεν μάχαιραν ἔχοντες ἢ ἄλλο τι, τούτῳ ἂν ἐχρησάμεθα παραπλησίως.

καὶ ἐφεξῆς·

Πολλάκις δὲ κατὰ τὴν τοιαύτην τυφλότητα τὰς κλεῖς δάκνομεν, καὶ τὰς θύρας τύπτομεν, οὐ ταχὺ αὐτῶν ἀνοιγομένων, πρός τε τοὺς λίθους ἐὰν προσπταίσωμεν, τιμωρητικῶς προσφερόμεθα καταγνύντες καὶ ῥιπτοῦντες αὐτοὺς εἴς τινας τόπους, καὶ ἐπιλέγοντες καθ’ ἕκαστα τούτων ἀτοπώτατα.

ὡσαύτως δὲ κἀν τοῖς ἑξῆς φησιν·

Ἐννοήσειε δ’ ἄν τις ἐκ τῶν τοιούτων καὶ τὴν ἐν τοῖς πάθεσιν ἀλογιστίαν, καὶ ὡς ἐν τοῖς τοιούτοις ἀποτυφλούμεθα καιροῖς, ὡς ἂν ἕτεροί τινες γεγονότες τῶν προδιαλελογιςμένων.

ὅλως δ’ εἴτις ἐκλέγοι πάντα καὶ παραγράφοι νῦν, ὅσα κατὰ τὸ περὶ π. βιβλίον εἴρηται αὐτῷ, μαχόμενα μὲν οἷς αὐτὸς ὑπέθετο δόγμασιν, ὁμολογοῦντα δὲ τοῖς τε φαινομένοις ἐναργῶς καὶ τῇ Πλάτωνος δόξη, μῆκος ἂν ἄμετρόν τι γένοιτο τοῦ βιβλίου. μεστὸν γάρ ἐστιν

αὐτῷ τὸ γράμμα τῶν τε [καὶ] κρίσεων ἐξίστασθαι λέγοντι καὶ τῶν προδιαλελογισμένων διὰ τὸν θυμὸν ἢ τὴν ἐπιθυμίαν ἢ τὴν ἡδονήν, ἤ τι τοιοῦτον etc.

Galenus de H. et Plat. decr. IV 5 (144) p. 366 Mü.Cum de motu in affectibus verba facit, dicit: τῆς ἀμέτρου καί, ὡς αὐτὸς εἴωθεν ὀνομάζειν, ἐκφόρου κινήσεως. - - ἡ δ’ οὖν ῥῆσις ἡ κατὰ τὸ θεραπευτικὸν τῶν παθῶν βιβλίον ὧδ’ ἔχει·

Οἰκείως δὲ καὶ ὁρμὴ πλεονάζουσα λέγεται εἶναι τὸ πάθος, ὡς ἄν τις ἐπὶ τῶν ἐκφερομένων κινήσεων πλεονάζουσαν κίνησιν εἴποι, τοῦ πλεονασμοῦ ἐν αὐτῇ γινομένου κατὰ τὴν τοῦ λόγου ἀποστροφὴν καὶ τὸ ἄνευ τοῦ πλεονασμοῦ τούτου σωστικόν. ὑπερβαίνουσα γὰρ τὸν λόγον ἡ ὁρμὴ καὶ παρὰ τοῦτον ἀθρόως φερομένη οἰκείως τ’ ἂν πλεονάζειν ῥηθείη καὶ κατὰ τοῦτο παρὰ φύσιν γίγνεσθαι καὶ εἶναι ἄλογος, ὡς ὑπογράφομεν.