Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Galenus de H. et Plat. dogm. IV 4 (141) p. 356 Mü.dicitἄλογοςvocem adhiberi aut de στερήσει aut de κακώσει τοῦ λόγου. ἄλλο δὲ τρίτον ἢ καὶ νὴ Δία τέταρτον, ὡς οὗτοι (Chrysippi sc. sectatores) βιάζονται, σημαινόμενον οὐκ ἔστιν ἐν ἔθει τοῖς Ἕλλησιν, ὃ ἐξηγεῖσθαι τὴν φωνὴν ἐπαγγέλλονται. δηλοῖ δὲ τοῦτο καὶ αὐτὸς ὁ Χρύσιππος ἐν τῇδε τῇ ῥήσει.
Διὸ καὶ οὐκ ἀπὸ τρόπου λέγεται ὑπό τινων τὸ τῆς ψυχῆς πάθος εἶναι κίνησις παρὰ φύσιν, ὡς ἐπὶ φόβου ἔχει καὶ ἐπιθυμίας καὶ τῶν ὁμοίων. πᾶσαι γὰρ αἱ τοιαῦται κινήσεις τε καὶ καταστάσεις ἀπειθεῖς τε τῷ λόγῳ εἰσὶ καὶ ἀπεστραμμέναι. καθ’ ὃ καὶ ἀλόγως φαμὲν φέρεσθαι τοὺς τοιούτους, οὐχ οἷον κακῶς ἐν τῷ διαλογίζεσθαι, ὡς ἄν τις εἴποι κατὰ τὸ ἔχειν ἐναντίως πρὸς τὸ εὐλόγως, ἀλλὰ κατὰ τὴν τοῦ λόγου ἀποστροφήν.
Unde haec sumpta sint, ex sequentibus apparet p. 358 Mü. ὡς εἴγε χρώμεθα λόγῳ καὶ κατ’ αὐτὴν (sc. τὴν τοῦ πάθους κίνησιν), οὐκ ὀρθῶς ὁ Χρύσιππος εἶπεν, ἔν τε τῷ πρώτῳ περὶ παθῶν, οὐχὶ διημαρτημένως φέρεται καὶ παριδών τι κατὰ τὸν λόγον, ἀλλ’ ἀπεστραμμένως τε καὶ ἀπειθῶς αὐτῷ, καὶ πάλιν ἐν τῷ θεραπευτικῷ τῶν παθῶν αὐτὰ δὴ ταῦτα τὰ σμικρῷ πρόσθεν μοι παραγεγραμμένα διὰ
τῆς ῥήσεως, ἐν ᾗ τὸ μὲν ἐναντίως τῷ εὐλόγως λεγόμενον ἄλογον οὐκ ἔφασκεν etc. - - ἐπιφέρων γοῦν φησιν·Οἷαι καὶ ἀκρατεῖς αἱ τοιαῦται καταστάσεις εἰσίν, ὡς ἂν οὐ κρατούντων ἑαυτῶν, ἀλλ’ ἐκφερομένων, καθάπερ οἱ τῷ τόνῳ τρέχοντες προσεκφέρονται, οὐ κρατοῦντες τῆς τοιαύτης κινήσεως. οἱ δὲ κατὰ τὸν λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες, κἂν ὁποιοσοῦν ᾖ, κρατοῦσιν [ἤτοι ἀπαθεῖς εἰσι] τῆς τοιαύτης κινήσεως καὶ τῶν κατ’ αὐτὴν ὁρμῶν.
Paucis interpositis quibus probat verbis κἂν ὁποιοσοῦν ᾗ Chrysippum discrimen illud significare, quod inter πάθος et ἁμάρτημα intercedat, Gal. eundem Chrisippi locum iterum adfert, sed ultimis verbis paullulum mutatis et additis quibusdam:
κρατοῦσι τῶν κινήσεων καὶ τῶν κατ’ αὐτὰς ὁρμῶν, ὥστε πεισθῆναι, ἐάν περ ἐνδεικνύηται αὐτός, παραπλησίως τοῖς περιπατοῦσιν."
οὐκ ἀρκεσθεὶς δὲ τούτοις ἐπιφέρει·
Διὸ καὶ αἱ οὕτως ἄλογοι κινήσεις πάθη τε λέγονται καὶ παρὰ φύσιν εἶναι, ἅτ’ ἐκβαίνουσαι τὴν λογικὴν σύστασιν."
ibidem cp. 5 (143) p. 364 Mü. οὐ μόνον τοίνυν οἱ ἄλλοι, ἀλλὰ καὶ ὁ Χρύσιππος αὐτὸς ἐν τοῖς περὶ παθῶν συγγράμμασιν ἐπ’ οὐδεμιᾶς ὁρμίζει βεβαίως δόξης, ἀλλ’ ἀεὶ σαλεύει καθάπερ ἐν κλύδωνι. καὶ γὰρ καὶ χωρὶς λόγου παντὸς γίγνεσθαί φησι τὰ πάθη, καὶ αὖθις τῆς λογικῆς εἶναι δυνάμεως μόνης, ὥστε διὰ τοῦτο μηδὲ ἐν τοῖς ἀλόγοις ζῴοις συνίστασθαι, καὶ χωρὶς κρίσεως γίνεσθαι, καὶ αὖθις κρίσεις εἶναι. ἐμπίπτει δέ ποτε καὶ εἰς τὸ φάσκειν, εἰκῆ γίνεσθαι τὰς κατὰ τὰ πάθη κινήσεις, ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ ἀναιτίως, εἴ τις ἀκριβῶς ἐξετάζοι τὸ ῥῆμα. αἷς γοῦν ὀλίγον ἔμπροσθεν γέγραφα ῥήσεσιν ἐφεξῆς φησιν·
Οἰκείως δὲ τῷ τῶν παθῶν γένει ἀποδίδοται καὶ ἡ πτοιὰ κατὰ τὸ ἐνσεσοβημένον τοῦτο καὶ φερόμενον εἰκῇ.
Cf. id. V 1 (156) p. 407 Mü. τῶν ἄλλων Στωϊκῶν, οἵ γε μέχρι τοσούτου φιλονεικίας ἥκουσιν, ὥστ’ ἐπειδὴ τῆς λογικῆς δυνάμεως ἔφασαν εἶναι τὰ πάθη, τοῖς ἀλόγοις ζῴοις μὴ μετέχειν αὐτῶν συγχωρεῖν, οἱ πλεῖστοι δ’ οὐδὲ τοῖς παιδίοις, ὅτι δηλαδὴ καὶ ταῦτ’ οὐδέπω λογικά.
Origenes comment. in Matthaeum Vol. III p. 591 Delarue. ὅπερ δὲ ἐπὶ τῶν κατὰ τὰ ἀφροδίσια λέλεκται περὶ τῶν παιδίων, τοῦτ’
ἂν λεχθείη καὶ περὶ τῶν λοιπῶν παθῶν καὶ ἀῤῥωστημάτων καὶ νοσημάτων τῆς ψυχῆς, εἰς ἃ μὴ πέφυκε παιδία ἐμπίπτειν, ὅσα τὸν λόγον μηδέπω συμπεπλήρωκεν.paulo post: ὁ στραφεὶς ὡς παιδία καὶ ἕξιν ἀναλαβὼν ἐκ λόγου τῆς λύπης ἀπαράδεκτον. -
p. 592. ὡς μὲν οὖν πρὸς τὸ ἀκριβὲς ἀποδέδεικται καὶ ἄλλοις ὅτι οὐδὲν τῶν παθῶν πίπτει εἰς τὰ μηδέπω συμπεπληρωκότα τὸν λόγον παιδία· εἰ δ’ οὐδὲν δηλονότι καὶ ὁ φόβος· ἀλλ’ εἰ ἄρα ἀνάλογόν τι τοῖς πάθεσι, καὶ ταῦτα ἀμυδρὰ καὶ τάχιστα ἀνασκευαζόμενα καὶ θεραπευόμενα γίνεται ἐν τοῖς παιδίοις. - - ὅτι τὰ παιδία τὸν μὲν φόβον τῶν φαύλων οὐ πάσχει, ἄλλο δέ τι οἱ διακριβοῦντες τὰ τῶν παθῶν καὶ τῶν ὀνομάτων ἐκείνων λέγουσιν εἶναι φόβον. οἷον δὲ καὶ τὸ. τῶν παιδίων ἀμνησίκακον, παρ’ αὐτοὺς τοὺς τῶν δακρύων καιροὺς ἐν ἀκαρεῖ μεταβαλλομένων καὶ γελώντων καὶ συμπαιζόντων τοῖς νομιζομένοις λελυπηκέναι καὶ πεφοβηκέναι, ἀλλ’ οὐ κατὰ τὴν ἀλήθειαν ταῦτα ἐνηργηκόσιν.
Galenus de H. et Plat. decr. IV 6 (149) p. 386 Mü. καὶ μὲν δὴ καὶ ὅταν μνημονεύῃ τοῦ Μενανδρείου ἔπους, ἐν ᾧ φησι· τὸν νοῦν ἔχων ὑποχείριον εἰς τὸν πίθον δέδωκα, φανερῶς κἀνταῦθα μαρτυροῦσαν ἀπόφασιν τῇ παλαιᾷ δόξῃ παρατίθεται, καθάπερ κἀπειδὰν ἐξηγούμενος τὸ μὴ παρ’ ἑαυτοῖς εἶναι μηδ’ ἐν ἑαυτοῖς λέγῃ ταυτί·
Οἰκείως δὲ καὶ ἐκφέρεσθαι λέγονται οἱ οὕτως ὀργιζόμενοι, τοῖς ἐπὶ τῶν δρομέων προεκφερομένοις παραπλησίως κατὰ τὸ πλεονάζον, τῶν μὲν παρὰ τὴν ἐν τῷ τρέχειν ὁρμήν, τῶν δὲ παρὰ τὸν ἴδιον λόγον. οὐ γὰρ ἂν οὕτως οἵ γε κρατοῦντες τῆς κινήσεως καθ’ ἑαυτοὺς ἂν κινεῖσθαι λέγοιντο, ἀλλὰ κατ’ ἄλλην τινὰ βίαν ἔξωθεν αὐτῶν.
ὁμολογεῖ κἀνταῦθα βίαν τινὰ τὴν κινοῦσαν εἶναι πᾶσι τοῖς ἐμπαθέσιν ὁρμάς, ὀρθότατα γιγνώσκων, πλὴν ὅτι τὴν βίαν ἔξωθεν αὐτῶν ἔφησεν εἶναι, δέον οὐκ ἔξωθεν, ἀλλ’ ἐν τοῖς ἀνθρώποις ὑπάρχειν εἰπεῖν etc. - - - ὅπερ, οἶμαι, καὶ διὰ τῶν τοιούτων παραδειγμάτων ὁ Χρύσιππος κατασκευάζων οὐκ αἰσθάνεται. παρατίθεται γοῦν τὸν Εὐριπίδου γεγραμμένον Ἡρακλεῖ πρὸς Ἄδμητον διάλογον. ἔχει δ’ ὧδε· (Alc. 1079)
Τί δ’ ἂν προκόπτοις, εἰ θέλεις στένειν ἀεί;ταυτὶ μὲν Ἡρακλῆς λέγει, ὁ δ’ Ἄδμητος ἀποκρίνεται·
Ἔγνωκα κ’ αὐτός, ἀλλ’ ἔρως τις ἐξάγει.δῆλον γὰρ ὅτι τῆς ἐπιθυμητικῆς δυνάμεως, οὐ τῆς λογικῆς ὁ ἔρως πάθος ὑπάρχων ἐξάγει τὴν ὅλην ψυχὴν καὶ ἄγει τὸν ἄνθρωπον εἰς ἐναντίας πράξεις ὧν ἐξ ἀρχῆς ἐκεκρίκει. παρατίθεται δὲ καὶ τὰ τοῦ Ἀχιλλέως πρὸς τὸν Πρίαμον εἰρημένα· (Ω 549-551)
Ἄνσχεο μηδ’ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν· Οὐ γάρ τι πρήξεις, ἀκαχήμενος υἷος ἐῆος, Οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.Ταῦτα μέν φησι λέγειν αὐτὸν παρ’ αὐτῷ διαλεγόμενον (οὕτω γὰρ ἔγραψεν αὐτοῖς ὀνόμασιν), ἐξίστασθαι δ’ οὐκ ὀλιγάκις ἐκ τῶν αὐτῶν τούτων κρίσεων ἐν τοῖς συμπίπτουσιν, καὶ μὴ κρατεῖν ἑαυτοῦ νικωμένου ὑπὸ τῶν παθῶν.
Καὶ γὰρ οὖν κἀνταῦθα τό τε τῶν κρίσεων ἐξίστασθαι καὶ τὸ μὴ κρατεῖν ἑαυτοῦ καὶ τὸ ποτὲ μὲν εἶναι παρ’ ἑαυτῷ, ποτὲ δ’ οὒ καὶ πάνθ’ ὅσα τοιαῦτα, τοῖς τε φαινομένοις ἐναργῶς ὁμολογεῖ καὶ τῇ παλαιιᾶ δόξῃ περὶ παθῶν τε καὶ ψυχῆς δυνάμεων, οὐ μὴν οἷς ὑπέθετο Χρύσιππος. ὁμοίως δ’ εἴρηται καὶ τὰ τοιαῦτα κατὰ τὸ περὶ τῶν παθῶν βιβλίον·
Τὸ γὰρ δὴ σεσοβημένον καὶ παρηλλαχὸς ἐν ἡμῖν καὶ ἀπειθὲς τῷ λόγῳ οὐχ ἧττον ἐπὶ τῆς ἡδονῆς καταγίνεται.
καὶ πάλιν·
Οὕτω γὰρ ἐξιστάμεθα καὶ ἔξω γινόμεθα ἑαυτῶν καὶ τελέως ἀποτυφλούμεθα ἐν τοῖς σφαλλομένοις, ὥστ’ ἔστιν ὅτε σπόγγον ἔχοντες ἢ ἔριον ἐν ταῖς χερσὶν τοῦτο διαράμενοι βάλλομεν ὡς δή τι περανοῦντες δι’ αὐτῶν· εἰ δ’ ἐτυγχάνομεν μάχαιραν ἔχοντες ἢ ἄλλο τι, τούτῳ ἂν ἐχρησάμεθα παραπλησίως.
καὶ ἐφεξῆς·
Πολλάκις δὲ κατὰ τὴν τοιαύτην τυφλότητα τὰς κλεῖς δάκνομεν, καὶ τὰς θύρας τύπτομεν, οὐ ταχὺ αὐτῶν ἀνοιγομένων, πρός τε τοὺς λίθους ἐὰν προσπταίσωμεν, τιμωρητικῶς προσφερόμεθα καταγνύντες καὶ ῥιπτοῦντες αὐτοὺς εἴς τινας τόπους, καὶ ἐπιλέγοντες καθ’ ἕκαστα τούτων ἀτοπώτατα.
ὡσαύτως δὲ κἀν τοῖς ἑξῆς φησιν·
Ἐννοήσειε δ’ ἄν τις ἐκ τῶν τοιούτων καὶ τὴν ἐν τοῖς πάθεσιν ἀλογιστίαν, καὶ ὡς ἐν τοῖς τοιούτοις ἀποτυφλούμεθα καιροῖς, ὡς ἂν ἕτεροί τινες γεγονότες τῶν προδιαλελογιςμένων.
ὅλως δ’ εἴτις ἐκλέγοι πάντα καὶ παραγράφοι νῦν, ὅσα κατὰ τὸ περὶ π. βιβλίον εἴρηται αὐτῷ, μαχόμενα μὲν οἷς αὐτὸς ὑπέθετο δόγμασιν, ὁμολογοῦντα δὲ τοῖς τε φαινομένοις ἐναργῶς καὶ τῇ Πλάτωνος δόξη, μῆκος ἂν ἄμετρόν τι γένοιτο τοῦ βιβλίου. μεστὸν γάρ ἐστιν
αὐτῷ τὸ γράμμα τῶν τε [καὶ] κρίσεων ἐξίστασθαι λέγοντι καὶ τῶν προδιαλελογισμένων διὰ τὸν θυμὸν ἢ τὴν ἐπιθυμίαν ἢ τὴν ἡδονήν, ἤ τι τοιοῦτον etc.Galenus de H. et Plat. decr. IV 5 (144) p. 366 Mü.Cum de motu in affectibus verba facit, dicit: τῆς ἀμέτρου καί, ὡς αὐτὸς εἴωθεν ὀνομάζειν, ἐκφόρου κινήσεως. - - ἡ δ’ οὖν ῥῆσις ἡ κατὰ τὸ θεραπευτικὸν τῶν παθῶν βιβλίον ὧδ’ ἔχει·
Οἰκείως δὲ καὶ ὁρμὴ πλεονάζουσα λέγεται εἶναι τὸ πάθος, ὡς ἄν τις ἐπὶ τῶν ἐκφερομένων κινήσεων πλεονάζουσαν κίνησιν εἴποι, τοῦ πλεονασμοῦ ἐν αὐτῇ γινομένου κατὰ τὴν τοῦ λόγου ἀποστροφὴν καὶ τὸ ἄνευ τοῦ πλεονασμοῦ τούτου σωστικόν. ὑπερβαίνουσα γὰρ τὸν λόγον ἡ ὁρμὴ καὶ παρὰ τοῦτον ἀθρόως φερομένη οἰκείως τ’ ἂν πλεονάζειν ῥηθείη καὶ κατὰ τοῦτο παρὰ φύσιν γίγνεσθαι καὶ εἶναι ἄλογος, ὡς ὑπογράφομεν.
Galenus de H. et Plat. decr. IV 5 (144) p. 368 M. τὴν μὲν οὖν ἐκ τοῦ πρώτου περὶ παθῶν ῥῆσιν, ἔνθα φησὶν χωρὶς κρίσεως γίνεσθαι τὰ πάθη, παρεθέμην ἔμπροσθεν. ὅτι δὲ καὶ κατὰ τὸ θεραπευτικὸν αὑτοῦ βιβλίον, ὃ δὴ καὶ ἠθικὸν ἐπιγράφεται, τῆς αὐτῆς δόξης ἔχεται, μαθεῖν ἔστιν ἐκ τῆσδε τῆς ῥήσεως.
(145) Οὐ γὰρ ἐν τῷ κρίνειν ἀγαθὰ ἕκαστα τούτων λέγεται ἀῤῥωστήματα ταῦτα, ἀλλὰ κατὰ τὸ ἐπὶ πλέον ἐκπεπτωκέναι πρὸς ταῦτα τοῦ κατὰ φύσιν.
(Quae siquis falso interpretatus sit,) ἐκ τῶν ἐπιφερομένων ἡ γνώμη τοῦ Χρυσίππου καταφανήσεται
Ὅθεν οὐκ ἀλόγως γυναικομανεῖς τινες λέγονται καὶ ὀρνιθομανεῖς.
- - Ἀλλὰ νὴ Δία ἴσως ἄν τις φήσειε, τὸ μανιῶδες οὐ διὰ τὴν ἄλογον γίνεσθαι δύναμιν, ἀλλὰ διὰ τὸ ἐπὶ πλέον ἢ προσῆκεν ἐξῆχθαι τήν τε κρίσιν καὶ τὴν δόξαν, ὡς εἰ καὶ οὕτως ἔλεγεν, ἀῤῥωστήματα γίνεσθαι κατὰ τὴν ψυχὴν οὐχ ἁπλῶς τῷ ψευδῶς ὑπειληφέναι περί τινων, ὡς ἀγαθῶν ἢ κακῶν, ἀλλὰ τῷ μέγιστα νομίζειν αὐτά· μηδέπω γὰρ ἀῤῥώστημα τὴν περὶ τῶν χρημάτων εἶναι δόξαν, ὡς ἀγαθῶν, ἀλλ’ ἐπειδάν τις αὐτὰ μέγιστον ἀγαθὸν εἶναι νομίζῃ καὶ μηδὲ ζῆν ἄξιον ὑπολαμβάνῃ τῷ στερηθέντι χρημάτων. ἐν τούτῳ γὰρ συνίστασθαι τήν τε φιλοχρηματίαν καὶ τὴν φιλαργυρίαν ἀῤῥωστήματα οὔσας. Ἀλλὰ τῷ ταῦτα φάσκοντι Ποσειδώνιος ἀντιλέγων ὧδέ πώς φησι· τοιούτων δ’ ὑπὸ τοῦ Χρυσίππου λεγομένων etc. Ultima verba evincunt antecedentia Chrysippea esse.
Posidonius apud Galenum de H. et Plat. decr. IV 7 p. 391 Mü. ὁ γοῦν ὅρος οὗτος, φησίν, ὁ τῆς ἄτης, ὥσπερ οὖν καὶ ἄλλοι πολλοὶ τῶν παθῶν, ὑπό τε Ζήνωνος εἰρημένοι καὶ πρὸς τοῦ Χρυσίππου γεγραμμένοι, σαφῶς ἐξελέγχουσι τὴν γνώμην αὐτοῦ. δόξαν γὰρ εἶναι πρόσφατον, τοῦ κακὸν αὐτῷ παρεῖναι, φησὶ τὴν λύπην. ἐν ᾧ καὶ συντομώτερον ἐνίοτε λέγοντες ὧδέ πως προφέρονται· λύπη ἐστὶ δόξα πρόσφατος κακοῦ παρουσίας. εἶναι μὲν δὴ τὸ πρόσφατόν φησι τὸ ὑπόγυον κατὰ τὸν χρόνον, ἀξιοῖ δὲ (sc. Posidonius) τὴν αἰτίαν ὑπ’ αὐτῶν ῥηθῆναι, δι’ ἣν ἡ τοῦ κακοῦ δόξα πρόσφατος μὲν οὖσα συστέλλει τε τὴν ψυχὴν καὶ λύπην ἐργάζεται, χρονισθεῖσα δ’ ἢ οὐδ’ ὅλως ἢ οὐκ ἔθ’ ὁμοίως συστέλλει. καίτοι οὐδὲ τὸ πρόσφατον ἐχρῆν ἐγκεῖσθαι κατὰ τὸν ὅρον, εἴπερ ἀληθῆ τὰ Χρυσίππου. κατὰ γὰρ τὴν γνώμην αὐτοῦ μᾶλλον τοῦ μεγάλου κακοῦ ἢ ἀνυπομονήτου ἢ ἀκαρτερήτου, καθάπερ αὐτὸς εἴωθεν ὀνομάζειν, τὴν λύπην εἰρῆσθαι ἔδει δόξαν, οὐ προσφάτου. ἔνθα καὶ διχόθεν ὁ Ποσειδώνιος ἀντιλέγει τῷ Χρυσίππῳ, κατὰ μὲν τοῦτον τὸν δεύτερον ὁρισμὸν ἀναμιμνήσκων τῶν τε σοφῶν καὶ τῶν προκοπτόντων, ὡς ἔμπροσθεν εἴρηται· οἱ μὲν γὰρ ἐν μεγίστοις ἀγαθοῖς, οἱ δ’ ἐν μεγίστοις κακοῖς ἑαυτοὺς ὑπολαμβάνοντες εἶναι, ὅμως οὐ γίνονται διὰ τοῦτ’ ἐν πάθει· κατὰ δὲ τὸν πρῶτον ἐρωτᾷ τὴν αἰτίαν, δι’ ἣν οὐχ ἡ τῆς τοῦ κακοῦ παρουσίας δόξα τὴν λύπην, ἀλλ’ ἡ πρόσφατος ἐργάζεται μόνη etc.
Galenus de Platonis et Hippocr. plac. IV 7 p. 392 M. καί φησι διότι πᾶν τὸ ἀμελέτητον καὶ ξένον ἀθρόως προσπῖπτον ἐκπίπτει τε καὶ τῶν παλαιῶν ἐξίστησι κρίσεων, ἀσκηθὲν δὲ καὶ συνεθισθὲν καὶ χρονίσαν ἢ οὐδ’ ὅλως ἐξίστησιν, ὡς κατὰ πάθος κινεῖν, ἢ ἐπὶ μικρὸν κομιδῇ· διὸ καὶ προενδημεῖν δεῖν φησι τοῖς πράγμασι μήπω τε παροῦσιν οἷον παροῦσι χρῆσθαι. βούλεται δὲ τὸ προενδημεῖν ῥῆμα τῷ Ποσειδωνίῳ τὸ οἷον προαναπλάττειν τε καὶ προτυποῦν τὸ πρᾶγμα παρ’ ἑαυτῷ τὸ μέλλον γενήσεσθαι καὶ ὡς πρὸς ἤδη γενόμενον ἐθισμόν τινα ποιεῖσθαι κατὰ βραχύ. διὸ καὶ τὸ τοῦ Ἀναξαγόρου παρείληφεν ἐνταῦθα, ὡς ἄρα τινὸς ἀναγγείλαντος αὐτῷ τεθνάναι τὸν υἱὸν εὖ μάλα καθεστηκότως εἶπεν ᾔδεῖν θνητὸν γεννήσας καὶ ὡς τοῦτο λαβὼν Εὐριπίδης τὸ νόημα τὸν Θησέα πεποίηκε λέγοντα· (Eur. fr. 392 N)
ἐγὼ δὲ ⟨τοῦτο⟩ παρὰ σοφοῦ τινος μαθὼν εἰς φροντίδας νοῦν συμφοράς τ’ ἐβαλλόμην, φυγὰς τ’ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς θανάτους τ’ ἀώρους καὶ κακὰς ἄλλας ὁδούς, ὥστ’ εἴ τι πάσχοιμ’ ὧν ἐδόξαζόν ποτε μή μοι νεῶρες προσπεσὸν ψυχὴν δάκοι.οὕτω δὲ εἰρῆσθαί φησι καὶ τὰ τοιαῦτα· (Eur. fr. 818 N)
εἰ μὲν τόδ’ ἦμαρ πρῶτον ἦν κακουμένῳ καὶ μὴ μακρὰν δὴ διὰ πόνων ἐναυστόλουν, εἰκὸς σφαδᾴζειν ἦν ἂν ὡς νεόζυγα πῶλον, χαλινὸν ἀρτίως δεδεγμένον· νῦν δ’ ἀμβλύς εἰμι καὶ κατηρτυκὼς κακῶνἔσθ’ ὅτε τὰ τοιαῦτα· (Εur. Alc. 1085)
μακρὸς χρόνος μαλάξει· νῦν δ’ ἔτ’ ἡβάσκει κακόν.
Cicero Tusculan. disput. IV 5, 9. Chrysippus et Stoici, cum de animi perturbationibus disputant, magnam partem in his partiendis et definiendis occupati sunt; illa eorum perexigua oratio est, qua medeantur animis nec eos turbulentos esse patiantur.
Cicero Tusculan. disp. IV 29, 63. quodque vetat Chrysippus, ad recentes quasi tumores animi remedium adhibere, id nos fecimus etc.
Cicero Tusculan. disput. III 25, 61. Omnibus enim modis fulciendi sunt qui ruunt nec cohaerere possunt propter magnitudinem aegritudinis. Ex quo ipsam aegritudinem λύπην Chrysippus, quasi solutionem totius hominis, appellatam putat.
Cicero Tusculan. disput. III 31, 76. Chrysippus autem caput esse censet in consolando, detrahere illam opinionem maerenti, si se officio fungi putet iusto atque debito.
Cf. ibid. 33, 79.
Cicero Tusculan. disp. III 25, 59. Quocirca Carneades, ut video nostrum scribere Antiochum, reprehendere Chrysippum solebat, laudantem Euripideum carmen illud:
Mortalis nemo est, quem non attingit dolor Morbusque; multis sunt humandi liberi, Rursum creandi; morsque est finita omnibus; Quae generi humano angorem nequiquam afferunt. Reddenda terrae est terra: tum vita omnibus Metenda, ut fruges. Sic iubet Necescitas.60. Negabat genus hoc orationis quicquam omnino ad levandam aegritudinem pertinere.
Cicero Tusculan. disput. IV 29, 62. Quare omnium philosophorum, ut ante dixi, una ratio est medendi, ut nihil, quale sit illud, quod
perturbet animum, sed de ipsa sit perturbatione dicendum. Itaque primum in ipsa cupiditate, cum id solum agitur, ut ea tollatur, non est quaerendum, bonum illud necne sit, quod libidinem moveat; sed libido ipsa tollenda est, ut sive, quod honestum est, id sit summum bonum, sive voluptas, sive horum utrumque coniunctum, sive tria illa genera bonorum, tamen, etiamsi virtutis ipsius vehementior appetitus sit, eadem sit omnibus ad deterrendum adhibenda oratio.Olympiodorus in Plat. Alcib. Vol. II p. 54 Creuzer. Ἰστέον γὰρ ὅτι - τρεῖς εἰσι τρόποι καθάρσεως, Πυθαγορικός, Σωκρατικός, Περιπατητικὸς ἤτοι Στωϊκός· καὶ ὁ μὲν Στωϊκὸς διὰ τῶν ἐναντίων τὰ ἐναντία ἰᾶται, τῷ μὲν θυμῷ τὴν ἐπιθυμίαν ἐπάγων καὶ οὕτω μαλάσσων αὐτήν, τὴν δὲ ἐπιθυμίαν τῷ θυμῷ καὶ οὕτω ῥωννύων αὐτὴν καὶ ἀνάγων πρὸς τὸ ἀνδρικώτερον, δίκην τῶν κεκαμμένων ῥάβδων, ἃς οἱ θέλοντες εὐθῦναι πρὸς τὸ ἐναντίον περιλυγίζουσιν, ἵνα ἐκ τῆς εἰς τὸ ἐναντίον περιφορᾶς τὸ σύμμετρον ἀναφανῇ. Οὕτω καὶ ἐπὶ ψυχῆς ἐκ τοῦ τοιούτου τρόπου ἁρμονίαν ἐμποιεῖν ἐπετήδευον.
Clemens Al. Strom. VII 17 p. 893 Pott. τριττὴ δὲ θεραπεία οἰήσεως, καθάπερ καὶ παντὸς πάθους· μάθησίς τε τοῦ αἰτίου καὶ τοῦ πῶς ἂν ἐξαιρεθείη τοῦτο· καὶ τρίτον ἡ ἄσκησις τῆς ψυχῆς καὶ ὁ ἐθισμὸς πρὸς ⟨τὸ⟩ τοῖς κριθεῖσιν ὀρθῶς ἔχειν ἀκολουθεῖν δύνασθαι.
Cf. paullo post: ἐπὰν δὲ παραβῇ τις τὸν λόγον - - εἰ μὲν διὰ τὸ αἰφνίδιον προσπεσεῖν τινα φαντασίαν ἠσθένησεν, προχείρους τὰς φαντασίας τὰς λογικὰς ποιητέον· εἰ δὲ τῷ ἔθει τῷ προκατεσχηκότι ἡττηθεὶς γέγονεν, ᾗ φησιν ἡ γραφή, χυδαῖος, ἀποπαυστέον τὸ ἔθος εἰς τὸ παντελὲς καὶ πρὸς τὸ ἀντιλέγειν αὐτῷ τὴν ψυχὴν γυμναστέον· εἰ δὲ καὶ μαχόμενα δόγματα ἐφέλκεσθαί τινας δοκεῖ, ὑπεξαιρετέον ταῦτα etc.
Plutarchus de comm. not. cp. 23 p. 1069e. Πόθεν οὖν, φησίν, ἄρξωμαι; καὶ τίνα λάβω τοῦ καθήκοντος ἀρχὴν καὶ ὕλην τῆς ἀρετῆς, ἀφεὶς τὴν φύσιν καὶ τὸ κατὰ φύσιν; (Incertum an sit ex libro περὶ τοῦ Καθήκοντος Chrysippi.)
Commenta Lucani p. 74 Usener. * * * de officiis declarat: quae homini a prima conciliatione nascendi sumuntur. inde enim colligit (scil. Cicero) unum hominem sociale esse animal et cum sibi tum omnibus hominibus natura esse conciliatum.
Diog. Laërt. VII 107. ἔτι δὲ καθῆκόν φασιν εἶναι ὃ πραχθὲν εὔλογον [τε] ἴσχει ἀπολογισμόν, οἷον τὸ ἀκόλουθον ἐν [τῇ] ζωῇ, ὅπερ καὶ ἐπὶ τὰ φυτὰ καὶ ζῷα διατείνει· ὁρᾶσθαι γὰρ κἀπὶ τούτων καθήκοντα. κατωνομάσθαι δὲ οὕτως ὑπὸ πρώτου Ζήνωνος τὸ καθῆκον, ἀπὸ τοῦ κατά τινας ἥκειν τῆς προσονομασίας εἰλημμένης. ἐνέργημα δὲ αὐτὸ εἶναι ταῖς κατὰ φύσιν κατασκευαῖς οἰκεῖον.
Stobaeus ecl. II 85, 13. Ἀκόλουθος δ’ ἐστὶ τῷ λόγῳ τῷ περὶ τῶν προηγμένων ὁ περὶ τοῦ καθήκοντος τόπος. Ὁρίζεται δὲ τὸ καθῆκον· τὸ ἀκόλουθον ἐν ζωῇ, ὃ πραχθὲν εὔλογον ἀπολογίαν ἔχει· παρὰ τὸ καθῆκον δὲ τὸ ἐναντίως. Τοῦτο διατείνει καὶ εἰς τὰ ἄλογα τῶν ζῴων, ἐνεργεῖ γάρ τι κἀκεῖνα ἀκολούθως τῇ ἑαυτῶν φύσει· ἐπὶ ⟨δὲ⟩ τῶν λογικῶν ζῴων οὕτως ἀποδίδοται· τὸ ἀκόλουθον ἐν βίῳ. Τῶν δὲ καθηκόντων τὰ μὲν εἶναί φασι τέλεια, ἃ δὴ καὶ κατορθώματα λέγεσθαι. Κατορθώματα δ’ εἶναι τὰ κατ’ ἀρετὴν ἐνεργήματα, οἷον τὸ φρονεῖν, τὸ δικαιοπραγεῖν. οὐκ εἶναι δὲ κατορθώματα τὰ μὴ οὕτως ἔχοντα, ἃ δὴ οὐδὲ τέλεια καθήκοντα προσαγορεύουσιν, ἀλλὰ μέσα, οἷον τὸ γαμεῖν, τὸ πρεσβεύειν, τὸ διαλέγεσθαι, τὰ τούτοις ὅμοια.
Diog. Laërt. VII 108. τῶν γὰρ καθ’ ὁρμὴν ἐνεργουμένων τὰ μὲν καθήκοντα εἶναι, τὰ δὲ παρὰ τὸ καθῆκον, τὰ δὲ οὔτε καθήκοντα οὔτε παρὰ τὸ καθῆκον. καθήκοντα μὲν οὖν εἶναι ὅσα λόγος
αἱρεῖ ποιεῖν, ὡς ἔχει γονεῖς τιμᾶν, ἀδελφούς, πατρίδα, συμπεριφέρεσθαι φίλοις· παρὰ τὸ καθῆκον δέ, ὅσα μὴ αἱρεῖ λόγος, ὡς ἔχει τὰ τοιαῦτα, γονέων ἀμελεῖν, ἀδελφῶν ἀφροντιστεῖν, φίλοις μὴ συνδιατίθεσθαι, πατρίδα ὑπερορᾶν καὶ τὰ παραπλήσια. οὔτε δὲ καθήκοντα οὔτε παρὰ τὸ καθῆκον, ὅσα οὔτε αἱρεῖ λόγος πράττειν οὔτε ἀπαγορεύει, οἷον κάρφος ἀνελέσθαι, γραφεῖον κρατεῖν ⟨ἢ⟩ στλεγγίδα καὶ τὰ ὅμοια τούτοις.