Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Galenus de H. et Plat. decr. V 2 (156) p. 407 Mü. τὸ πάθος τῆς ψυχῆς κίνησίν τινα παρὰ φύσιν ἄλογον ὑπάρχειν, οὐχ οἱ παλαιοὶ μόνον, ἀλλὰ καὶ Χρύσιππος ὁμολογεῖ. καὶ μὲν δὴ ὡς ἡ κίνησις αὕτη ταῖς τῶν ἀστείων οὐκ ἐγγίνεται ψυχαῖς, ὡμολόγηται παρ’ ἀμφοῖν. ὁποία δὲ τίς ἐστιν ἡ τῶν φαύλων ψυχὴ κατά τε τὰ πάθη καὶ πρὸ τῶν παθῶν, οὐκ ἔθ’ ὁμοίως ἐξηγοῦνται. Χρύσιππος μὲν γὰρ ἀνάλογον ἔχειν αὐτήν φησι τοῖς ἐπιτηδείοις σώμασιν εἰς πυρετοὺς ἐμπίπτειν ἢ διαῤῥοίας ἤ τι τοιοῦτον ἕτερον ἐπὶ σμικρᾷ καὶ τυχούσῃ προφάσει. Dein affert G. quae contra Chrysippum Posidonius disputaverat, quem ipsum quoque in quibusdam erravisse, evincere studet. Pergit p. 411 Mü.

Χρύσιππος δ’ ἀτοπώτερον ἔτι (sc. τοῦ Ποσειδωνίου), μηδ’ ἐν ταῖς περιοδικαῖς τισι νόσοις καθεστῶσι, οἱονεὶ τριταίων ἢ τεταρταίων πυρετῶν, ὡμοιῶσθαι συγχωρῶν τὴν νόσον τῆς ψυχῆς· γράφει γοῦν ὧδε·

Ὑπονοητέον τοίνυν, τὴν μὲν τῆς ψυχῆς νόσον ὁμοιοτάτην εἶναι τῇ τοῦ σώματος πυρετώδει καταστάσει, καθ’ ἣν οὐ περιοδικῶς ἀλλ’ ἀτάκτως πυρετοὶ καὶ φρῖκαι γίνονται, καὶ ἄλλως ἀπὸ τῆς διαθέσεως καὶ μικρῶν ἐπιγινομένων αἰτίων.

οὐκ οἶδα τί ποτε δόξαν αὐτῷ τοὺς μὲν ἑτοίμως ἔχοντας πρὸς τὸ νοσῆσαι νοσεῖν ἤδη φησί, τοὺς δ’ ἤδη νοσοῦντας οὐδ’ ὅλως νοσεῖν. Sequentibus probat Galenus τοὺς πενθοῦντας ἢ ἐρῶντας ἢ φθονοῦντας bene cum iis comparari, qui in quartanis vel tertianis periodis sint, ὅσοις μέντοι μήτε πένθος ἐνέστηκε μήτ’ ἐπιθυμία τις ὑπόγυιος ἢ θυμός, οὗτοι τοῖς ὑγιαίνουσι τὰ σώματα παραπλησίως ἔχουσιν. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν ἔνιοι μέν εἰσιν εὐάλωτοι νόσοις, ἔνιοι δ’ οὒ etc.

Ubi verba supra allata scripta fuerint, elucet ex verbis p. 419, 8 M.: διὰ δὲ τοῦ πρώτου τῶν λογικῶν εἰκάζων αὐτὴν εὐλύτῳ καὶ εὐδιαφθάρτῳ ὑγιείᾳ.

Galenus de H. et Plat. decr. IV 7 (152) p. 394 Mü. ex Posidonio: ὅτι δ’ ἐν τῷ χρόνῳ μαλάττεται τὰ πάθη, κἂν αἱ δόξαι μένωσι τοῦ κακόν τι αὐτοῖς γεγονέναι, καὶ ὁ Χρύσιππος ἐν τῷ δευτέρῳ περὶ παθῶν μαρτυρεῖ, γράφων ὧδε·

Ζητήσαι δ’ ἄν τις καὶ περὶ τῆς ἀνέσεως τῆς λύπης, πῶς γίνεται, πότερον δόξης τινὸς μετακινουμένης, ἢ πασῶν διαμενουσῶν, καὶ διὰ τί τοῦτ’ ἔσται." (cf. p. 455, 2 M. τὴν αἰτίαν ἀποδίδωσιν, ὑπὲρ ἧς ὁ Χρύσιππος ἐν τῷ δευτέρῳ περὶ παθῶν ἀπορεῖν ὡμολόγησεν).

εἶτ’ ἐπιφέρων φησί·

Δοκεῖ δέ μοι ἡ μὲν τοιαύτη δόξα διαμένειν, ὅτι κακὸν αὐτό, ὃ δὴ πάρεστιν, ἐγχρονιζομένης δ’ ἀνίεσθαι ἡ συστολὴ καί, ὡς οἶμαι, ἡ ἐπὶ τὴν συστολὴν ὁρμή. τυχὸν δὲ καὶ ταύτης διαμενούσης, οὐχ ὑπακούσεται τὰ ἑξῆς, διὰ ποιὰν ἄλλην ἐπιγινομένην διάθεσιν ἀσυλλόγιστον τούτων γινομένων. οὕτω γὰρ καὶ κλαίοντες παύονται καὶ μὴ βουλόμενοι κλαίειν κλαίουσιν, ὅταν [μὴ] ὁμοίας τὰς φαντασίας τὰ ὑποκείμενα ποιῇ καὶ ἐνίστηταί τι ἢ μηδέν. ὃν τρόπον γὰρ ἡ θρήνων παῦσις γίνεται καὶ κλαυθμῶν, τοιαῦτα εὔλογον καὶ ἐπ’ ἐκείνων συντυγχάνειν, ἐν ταῖς ἀρχαῖς μᾶλλον τῶν πραγμάτων κινούντων, καθάπερ ἐπὶ τῶν τὸν γέλωτα κινούντων γίνεσθαι ἔφην, καὶ τὰ ὅμοια τούτοις.

ὅτι μὲν οὖν τῷ χρόνῳ παύεται τὰ πάθη, καίτοι τῆς δόξης διαμενούσης,

αὐτὸς ὁ Χρύσιππος ὁμολογεῖ· διὰ τίνα μέντοι τὴν αἰτίαν τοῦτο γίνεται, δυσλόγιστον εἶναί φησιν. εἶθ’ ἑξῆς ἕτερα παραπλησίως γινόμενα γράφει, περὶ ὧν οὐδ’ αὐτῶν δηλονότι τὴν αἰτίαν ἐπαγγέλλεται γινώσκειν. - - σὺ δ’ - - οἴει λελύσθαι τὸ ζητούμενον, ἂν ὁμολογήσῃς ἀγνοεῖν τὴν αἰτίαν. καίτοι τό γε συνέχον ὅλην τὴν πραγματείαν τήν τε τῶν λογικῶν ζητημάτων καὶ τὴν θεραπευτικὴν τῶν παθῶν οὐδὲν ἄλλο ἐστίν, ἢ τὸ τὰς αἰτίας ἐξευρεῖν, ὑφ’ ὧν γίνεταί τε καὶ παύεται τά πάθη. οὕτω γὰρ ἄν τις, οἶμαι, καὶ τὴν γένεσιν αὐτῶν κωλύσειε καὶ γενομένας παῦσαι δυνηθείη. συναναιρεῖσθαι γὰρ εὔλογον οἶμαι ταῖς αἰτίαις τάς τε γενέσεις καὶ τὰς ὑπάρξεις τῶν πραγμάτων. ταῦτά τοι καὶ ἀπορεῖς κατὰ τὸ περὶ τῶν παθῶν βιβλίον τι καὶ γράψαι τοιοῦτον ἡμῖν, ᾧ προσέχοντες τὸν νοῦν κωλύσομέν τε τῶν παθῶν ἕκαστον γίνεσθαι καὶ γενόμενον ἰασόμεθα etc.

Contra verba Chrysippi supra prolata pugnat Posidonius apud Galenum l. l. p. 153. 154. p. 400 M. Iterum laudantur verba τυχὸν δὲ - ποιῇ, verbo μὴ ante ὁμοίας omisso.