Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Galenus de locis affectis III 1 ed. Bas. III 270 K. VIII 138. τὰ μὲν οὖν τοιαῦτα λογικώτερά πως ἔφην εἶναι· λογικὰ γὰρ ὄντως ἐστὶν ὅσα τῆς χρείας ἐπέκεινα προερχόμενα τὴν φύσιν ἀθρεῖ τῶν πραγμάτων, ὁποία τις ὑπάρχει κατὰ τὴν οἰκείαν οὐσίαν· οὕτως γοῦν καὶ Χρύσιππος ὁ φιλόσοφος ἔγραψεν περὶ τῶν τῆς ψυχῆς παθῶν ἓν μὲν τὸ θεραπευτικὸν βιβλίον, οὗ μάλιστα χρῄζομεν εἰς τὴν ἴασιν αὐτῶν, ἕτερα δὲ τρία λογικὰς ἔχοντα ζητήσεις.
Galenus de H. et Plat. decr. V 6 (171) p. 459 M. ὡς τοῦτό γε καὶ ἐξ αὐτῶν ὧν ἔγραφε Χρύσιππος περὶ παθῶν ἔνεστι καταμαθεῖν. τεττάρων γὰρ βιβλίων οὕτω μεγάλων αὐτῷ γεγραμμένων, ὥσθ’ ἕκαστον εἶναι διπλάσιον τῶν ἡμετέρων, ὅμως ἡμεῖς οὐδ’ ἐν ὅλοις δύο τὴν περὶ τῶν παθῶν αὐτῷ γνώμην ἐξητάκαμεν etc.