Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Clemens Al. Strom. II p. 466 Pott. τὴν μὲν γὰρ χαρὰν εὔλογον ἔπαρσιν ἀποδιδόασι· καὶ τὸ ἀγάλλεσθαι χαίρειν ἐπὶ καλοῖς· τὸ δὲ ἔλεος λύπην ἐπὶ ἀναξίως κακοπαθοῦντι· τροπὰς δὲ εἶναι ψυχῆς καὶ πάθη τὰ τοιαῦτα.

Alexander Aphrod. comm. in Aristot. Topica II p. 96 Ald. p. 181, 1 Wal. ταὐτὸν γὰρ κατὰ τὸ ὑποκείμενόν τε καὶ σημαινόμενον ἡδονὴ καὶ χαρὰ καὶ εὐφροσύνη καὶ τέρψις, Πρόδικος δὲ ἐπειρᾶτο ἑκάστῳ τῶν ὀνομάτων τούτων ἴδιόν τι σημαινόμενον ὑποτάσσειν, ὥσπερ καὶ οἱ ἀπὸ τῆς Στοᾶς, χαρὰν μὲν λέγοντες εὔλογον ἔπαρσιν, ἡδονὴν δὲ ἄλογον ἔπαρσιν, τέρψιν δὲ τὴν δι’ ὤτων ἡδονήν, εὐφροσύνην δὲ τὴν διὰ λόγων· νομοθετούντων δέ ἐστι τοῦτο, ἀλλ’ οὐδὲν ὑγιὲς λεγόντων.