Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Stobaeus ecl. II 93. 1. εὐεμπτωσίαν δ’ εἶναι εὐκαταφορίαν εἰς πάθος ἤ τι τῶν παρὰ φύσιν ἔργων, οἷον ἐπιλυπίαν, ὀργιλότητα, φθονερίαν, ἀκροχολίαν καὶ τὰ ὅμοια. γίγνεσθαι δὲ εὐεμπτωσίας καὶ εἰς ἄλλα ἔργα τῶν παρὰ φύσιν, οἷον εἰς κλοπὰς καὶ μοιχείας καὶ ὕβρεις, καθ’ ἃς κλέπται τε καὶ μοιχοὶ καὶ ὑβρισταὶ λέγονται. νόσημα δ’ εἶναι δόξαν ἐπιθυμίας ἐῤῥυηκυῖαν εἰς ἕξιν καὶ ἐνεσκιρωμένην, καθ’ ἣν ὑπολαμβάνουσι τὰ μὴ αἱρετὰ σφόδρα αἱρετὰ εἶναι, οἷον φιλογυνίαν, φιλοινίαν, φιλαργυρίαν· εἶναι δέ τινα καὶ ἐναντία ⟨τούτοις⟩ τοῖς νοσήμασι κατὰ προσκοπὴν γινόμενα, οἷον

μισογυνίαν, μισοινίαν, μισανθρωπίαν. τὰ δὲ νοσήματα μετ’ ἀσθενείας συμβαίνοντα ἀῤῥωστήματα καλεῖσθαι.

Diog. Laërt. VII 115. ὡς δὲ λέγεταί τινα ἐπὶ τοῦ σώματος ἀῤῥωστήματα, οἷον ποδάγρα καὶ ἀρθρίτιδες, οὕτω κἀπὶ τῆς ψυχῆς φιλοδοξία καὶ φιληδονία καὶ τὰ παραπλήσια. τὸ γὰρ ἀῤῥώστημά ἐστι νόσημα μετὰ ἀσθενείας, τὸ δὲ νόσημα οἴησις σφόδρα δοκοῦντος αἱρετοῦ. καὶ ὡς ἐπὶ τοῦ σώματος εὐεμπτωσίαι τινὲς λέγονται, οἷον κατάῤῥους καὶ διάῤῥοια, οὕτω κἀπὶ τῆς ψυχῆς εἰσιν εὐκαταφορίαι, οἷον φθονερία, ἐλεημοσύνη, ἔριδες καὶ τὰ παραπλήσια.