Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Stobaeus ecl. II 92, 7 W. Φθόνος δὲ λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς· ζῆλος δὲ λύπη ἐπὶ τῷ ἕτερον ἐπιτυγχάνειν ὧν αὐτὸς ἐπιθυμεῖ, αὐτὸν δὲ μή· λέγεσθαι δὲ καὶ ἑτέρως ζῆλον, μακαρισμὸν ἐνδεοῦς καὶ ἔτι ἄλλως μίμησιν ὡς ἂν κρείττονος· ζηλοτυπίαν δὲ λύπην ἐπὶ τῷ ⟨καὶ⟩ ἕτερον ἐπιτυγχάνειν ὧν αὐτὸς ἐπεθύμει· ἔλεον δὲ λύπην ἐπὶ τῷ δοκοῦντι ἀναξίως κακοπαθεῖν· πένθος δὲ λύπην ἐπὶ θανάτῳ ἀώρῳ· ἄχθος δὲ λύπην βαρύνουσαν· ἄχος δὲ λύπην ἀφωνίαν ἐμποιοῦσαν· ἀνίαν δὲ λύπην κατὰ διαλογισμόν· ὀδύνην δὲ λύπην εἰσδύνουσαν καὶ καθικνουμένην· ἄσην δὲ λύπην μετὰ ῥιπτασμοῦ.

Andronicus περὶ παθῶν 2 (p. 12 Kreuttner).Εἴδη λύπης κεʹ. - - Ἔλεος μὲν οὖν ἐστι λύπη ἐπ’ ἀλλοτρίοις κακοῖς, ἀναξίως πάσχοντος ἐκείνου. Φθόνος δὲ λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς· [ἢ λύπη ἐπὶ τῇ τῶν ἐπιεικῶν εὐπραγίᾳ.] Ζῆλος δὲ λύπη ἐπὶ τῷ ἕτερον τυγχάνειν, ὧν αὐτὸς ἐπιθυμεῖ· ἢ λύπη ἐπὶ τῷ ἄλλοις ὑπάρχειν, ἡμῖν δὲ μή· [ἢ ζῆλος μακαρισμὸς ἀστειότητος.] - - Ζηλοτυπία δὲ λύπη ἐπὶ τῷ ἄλλοις ὑπάρχειν, ἃ καὶ ἡμῖν ὑπάρχει. Δυσθυμία δὲ λύπη ἐπ’ ἀλύτῳ ἢ δυσκινήτῳ. Συμφορὰ δὲ λύπη ἐπὶ συμπεφραγμένοις κακοῖς. Ἄχθος δὲ λύπη βαρύνουσα. Ἄχος δὲ λύπη ἀφωνίαν ἐμποιοῦσα. Σφακελισμὸς δὲ λύπη σφοδρά. Πένθος δὲ λύπη ἐπὶ ἀώρῳ τελευτῇ. Δυσχέρανσις δὲ λύπη ἐξ ἐναντίων λογισμῶν. Ὄχλησις δὲ λύπη στενοχωροῦσα ἢ ἀναστροφὴν οὐ διδοῦσα. Ὀδύνη δὲ λύπη εἰσδύνουσα καὶ ὀξεῖα. Ἀνία δὲ λύπη ἐξ ἀναλογισμῶν. Μεταμέλεια δὲ λύπη ἐπὶ ἁμαρτήμασι πεπραγμένοις ὡς δι’ αὑτοῦ γεγονόσιν. Σύγχυσις δὲ λύπη κωλύουσα διορᾶν τὸ μέλλον. Ἀθυμία δὲ λύπη ἀπελπίζοντος ὧν ἐπιθυμεῖ τυχεῖν. Ἄση δὲ λύπη μετὰ ῥιπτασμοῦ. Νέμεσις δὲ λύπη ἐπὶ ἐπαιρομένοις παρὰ τὸ προσῆκον. Δυσφορία δὲ λύπη μετ’ ἀπορίας τοῦ πῶς χρήσεται τοῖς παροῦσιν. Γόος δὲ θρῆνος ἀγομένου κατὰ λύπην. Βαρυθυμία δὲ λύπη βαρύνουσα καὶ ἀνάνευσιν οὐ διδοῦσα. Κλαῦσις δὲ δάκρυσις λυπουμένου νεύοντος ἐπὶ τὸ χεῖρον. Φροντὶς δὲ λογισμὸς λυπουμένου. Οἶκτος δὲ λύπη ἐπ’ ἀλλοτρίοις κακοῖς.

Cicero Tusc. disp. IV 17. Invidentiam esse dicunt aegritudinem susceptam propter alterius res secundas, quae nihil noceant invidenti. Nam si qui doleat eius rebus secundis, a quo ipse laedatur, non recte dicatur invidere - - Aemulatio autem dupliciter illa quidem dicitur, ut et in laude et in vitio nomen hoc sit; nam et imitatio virtutis aemulatio dicitur; (sed ea nihil hoc loco utimur; est enim laudis) et est aemulatio aegritudo, si eo, quod concupierit, alius potiatur, ipse careat. 18. Obtrectatio autem est ea quam intellegi ζηλοτυπίαν volo, aegritudo ex eo, quod alter quoque potiatur eo, quod ipse concupiverit. Misericordia est aegritudo ex miseria alterius iniuria laborantis; nemo enim parricidae aut proditoris supplicio misericordia commovetur; angor aegritudo premens, luctus aegritudo ex eius, qui carus fuerit, interitu acerbo, maeror aegritudo flebilis, aerumna aegritudo laboriosa, dolor aegritudo crucians, lamentatio aegritudo cum eiulatu, sollicitudo aegritudo cum cogitatione, molestia aegritudo permanens, adflictatio aegritudo cum vexatione corporis, desperatio aegritudo sine ulla rerum exspectatione meliorum.

Stoicae affectuum definitiones apud Nemesium de nat. hom. cp. 19-21. cp. 19. Τῆς δὲ λύπης εἴδη τέσσαρα· ἄχος, ἄχθος, φθόνος, ἔλεος. ἔστι δὲ ἄχος λύπη ἀφωνίαν ἐμποιοῦσα· ἄχθος δὲ λύπη βαρύνουσα· φθόνος δὲ λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς· ἔλεος δὲ λύπη ἐπ’ ἀλλοτρίοις κακοῖς· πᾶσα δὲ λύπη κακὸν τῇ ἑαυτῆς φύσει· εἰ γὰρ καὶ ὁ σπουδαῖος λυπηθήσεται ποτὲ χρηστῶν ἀνδρῶν διαφθειρομένων ἢ τέκνων ἢ πόλεως πορθουμένης, ἀλλ’ οὐ προηγουμένως· οὐδὲ κατὰ πρόθεσιν, ἀλλὰ κατὰ περίστασιν. καὶ ἐν τούτοις δὲ ὁ μὲν θεωρητικὸς ἀπαθὴς ἔσται παντάπασιν ἀλλοτριώσας ἑαυτὸν τῶν τῇδε καὶ συνάψας θεῷ· ὁ δὲ σπουδαῖος μετριοπαθὴς ἐν αὐταῖς καὶ οὐχ ὑπερβάλλων οὐδὲ αἰχμαλωτιζόμενος ὑπ’ αὐτῶν ἀλλὰ μᾶλλον κρατῶν αὐτῶν etc.

cp. 20. Διαιρεῖται δὲ καὶ φόβος εἰς ἕξ, εἰς ὄκνον, εἰς αἰδώ, εἰς αἰσχύνην, εἰς κατάπληξιν, εἰς ἀγωνίαν, εἰς ἔκπληξιν· ἔστι δὲ ὄκνος μὲν φόβος μελλούσης ἐνεργείας· κατάπληξις δὲ φόβος ἐκ μεγάλης φαντασίας· ἔκπληξις δὲ φόβος ἐξ ἀσυνήθους φαντασίας· ἀγωνία δὲ φόβος διαπτώσεως, τουτέστιν ἀποτυχίας· φοβούμενοι γὰρ ἀποτυχεῖν τῆς πράξεως ἀγωνιῶμεν· αἰδὼς δέ φόβος ἐπὶ προσδοκίᾳ ψόγου· κάλλιστον δὲ τοῦτο τὸ πάθος· αἰσχύνη δὲ φόβος ἐπ’ αἰσχρῷ πεπραγμένῳ· οὐδὲ τοῦτο δὲ ἀνέλπιστον εἰς σωτηρίαν· ταύτῃ δὲ διαφέρει αἰδὼς αἰσχύνης, ὅτι ὁ μὲν αἰσχυνόμενος ἐφ’ οἷς ἔπραξε καταδύεται· ὁ δὲ αἰδούμενος φοβεῖται περιπεσεῖν ἀδοξίᾳ τινί· κακαλοῦσι δὲ οἱ παλαιοὶ πολλάκις καὶ τὴν αἰδὼ αἰσχύνην, καταχρώμενοι τοῖς ὀνόμασι· γίνεται δὲ ὁ φόβος κατὰ περίψυξιν τοῦ θερμοῦ παντὸς συντρέχοντος εἰς τὴν καρδίαν ἐπὶ τὸ ἀρχικόν, καθάπερ καὶ ὁ δῆμος ὅταν φοβῆται καταφεύγει πρὸς τοὺς ἄρχοντας· τῆς δὲ λύπης ὄργανον τὸ στόμα τῆς κοιλίας· τοῦτο γάρ ἐστι τὸ τῆς δήξεως αἰσθανόμενον ἐν ταῖς λύπαις. ὡς ὁ Γαληνὸς ἐν τῷ τρίτῳ τῆς ἀποδεικτικῆς etc.

cp. 21. Θυμὸς δέ ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος ἐξ ἀναθυμιάσεως τῆς χολῆς ἢ ἀναθολώσεως γινομένη· διὸ καὶ χολὴ λέγεται καὶ χόλος. ἔστι δ’ ὅτε καὶ ὁ θυμός ἐστιν ὄρεξις ἀντιτιμωρήσεως· ἀδικούμενοι γὰρ ἢ νομίζοντες ἀδικεῖσθαι θυμούμεθα· καὶ γίνεται τότε μικτὸν τὸ πάθος ἐξ ἐπιθυμίας καὶ θυμοῦ. εἴδη δὲ τοῦ θυμοῦ τρία· ὀργή, ἣ καὶ χολὴ καὶ χόλος καλεῖται· μῆνις καὶ κότος. Θυμὸς μὲν γὰρ ἀρχὴν καὶ κίνησιν ἔχων ὀργὴ

καὶ χολὴ καὶ χόλος λέγεται. μῆνις δὲ χολὴ εἰς παλαίωσιν ἀγομένη· εἴρηται γὰρ παρὰ τὸ μένειν καὶ τῇ μνήμῃ παραδεδόσθαι. κότος δὲ ὀργὴ παρατηροῦσα καιρὸν εἰς τιμωρίαν· εἴρηται δὲ καὶ οὗτος παρὰ τὸ κεῖσθαι. ἔστι δὲ ὁ θυμὸς τὸ δορυφορικὸν τοῦ λογισμοῦ. ὅταν γὰρ οὗτος ἄξιον κρίνῃ τὸ γινόμενον ἀγανακτήσεως, τότε ὁ θυμὸς ὑπεξέρχεται, ἐὰν κατὰ φύσιν τὴν οἰκείαν τάξιν φυλάττωσιν.