Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Stobaeus ecl. II 92, 7 W. Φθόνος δὲ λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς· ζῆλος δὲ λύπη ἐπὶ τῷ ἕτερον ἐπιτυγχάνειν ὧν αὐτὸς ἐπιθυμεῖ, αὐτὸν δὲ μή· λέγεσθαι δὲ καὶ ἑτέρως ζῆλον, μακαρισμὸν ἐνδεοῦς καὶ ἔτι ἄλλως μίμησιν ὡς ἂν κρείττονος· ζηλοτυπίαν δὲ λύπην ἐπὶ τῷ ⟨καὶ⟩ ἕτερον ἐπιτυγχάνειν ὧν αὐτὸς ἐπεθύμει· ἔλεον δὲ λύπην ἐπὶ τῷ δοκοῦντι ἀναξίως κακοπαθεῖν· πένθος δὲ λύπην ἐπὶ θανάτῳ ἀώρῳ· ἄχθος δὲ λύπην βαρύνουσαν· ἄχος δὲ λύπην ἀφωνίαν ἐμποιοῦσαν· ἀνίαν δὲ λύπην κατὰ διαλογισμόν· ὀδύνην δὲ λύπην εἰσδύνουσαν καὶ καθικνουμένην· ἄσην δὲ λύπην μετὰ ῥιπτασμοῦ.
Andronicus περὶ παθῶν 2 (p. 12 Kreuttner).Εἴδη λύπης κεʹ. - - Ἔλεος μὲν οὖν ἐστι λύπη ἐπ’ ἀλλοτρίοις κακοῖς, ἀναξίως πάσχοντος ἐκείνου. Φθόνος δὲ λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς· [ἢ λύπη ἐπὶ τῇ τῶν ἐπιεικῶν εὐπραγίᾳ.] Ζῆλος δὲ λύπη ἐπὶ τῷ ἕτερον τυγχάνειν, ὧν αὐτὸς ἐπιθυμεῖ· ἢ λύπη ἐπὶ τῷ ἄλλοις ὑπάρχειν, ἡμῖν δὲ μή· [ἢ ζῆλος μακαρισμὸς ἀστειότητος.] - - Ζηλοτυπία δὲ λύπη ἐπὶ τῷ ἄλλοις ὑπάρχειν, ἃ καὶ ἡμῖν ὑπάρχει. Δυσθυμία δὲ λύπη ἐπ’ ἀλύτῳ ἢ δυσκινήτῳ. Συμφορὰ δὲ λύπη ἐπὶ συμπεφραγμένοις κακοῖς. Ἄχθος δὲ λύπη βαρύνουσα. Ἄχος δὲ λύπη ἀφωνίαν ἐμποιοῦσα. Σφακελισμὸς δὲ λύπη σφοδρά. Πένθος δὲ λύπη ἐπὶ ἀώρῳ τελευτῇ. Δυσχέρανσις δὲ λύπη ἐξ ἐναντίων λογισμῶν. Ὄχλησις δὲ λύπη στενοχωροῦσα ἢ ἀναστροφὴν οὐ διδοῦσα. Ὀδύνη δὲ λύπη εἰσδύνουσα καὶ ὀξεῖα. Ἀνία δὲ λύπη ἐξ ἀναλογισμῶν. Μεταμέλεια δὲ λύπη ἐπὶ ἁμαρτήμασι πεπραγμένοις ὡς δι’ αὑτοῦ γεγονόσιν. Σύγχυσις δὲ λύπη κωλύουσα διορᾶν τὸ μέλλον. Ἀθυμία δὲ λύπη ἀπελπίζοντος ὧν ἐπιθυμεῖ τυχεῖν. Ἄση δὲ λύπη μετὰ ῥιπτασμοῦ. Νέμεσις δὲ λύπη ἐπὶ ἐπαιρομένοις παρὰ τὸ προσῆκον. Δυσφορία δὲ λύπη μετ’ ἀπορίας τοῦ πῶς χρήσεται τοῖς παροῦσιν. Γόος δὲ θρῆνος ἀγομένου κατὰ λύπην. Βαρυθυμία δὲ λύπη βαρύνουσα καὶ ἀνάνευσιν οὐ διδοῦσα. Κλαῦσις δὲ δάκρυσις λυπουμένου νεύοντος ἐπὶ τὸ χεῖρον. Φροντὶς δὲ λογισμὸς λυπουμένου. Οἶκτος δὲ λύπη ἐπ’ ἀλλοτρίοις κακοῖς.