Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Diog. Laërt. VII 112. ὁ δὲ φόβος ἐστὶ προσδοκία κακοῦ· εἰς δὲ τὸν φόβον ἀνάγεται καὶ ταῦτα· δεῖμα, ὄκνος, αἰσχύνη, ἔκπληξις, θόρυβος, ἀγωνία. δεῖμα μὲν οὖν ἐστι φόβος δέος ἐμποιῶν, αἰσχύνη δὲ φόβος ἀδοξίας, ὄκνος δὲ φόβος μελλούσης ἐνεργείας, ἔκπληξις δὲ φόβος ἐκ φαντασίας ἀσυνήθους πράγματος, θόρυβος δὲ φόβος μετὰ κατεπείξεως φωνῆς, ἀγωνία δὲ φόβος ἀδήλου πράγματος.
Stobaeus ecl. II 92 W. Ὄκνος δὲ φόβος μελλούσης ἐνεργείας· ἀγωνία δὲ φόβος διαπτώσεως καὶ ἑτέρως φόβος ἥττης· ἔκπληξις δὲ φόβος ἐξ ἀσυνήθους φαντασίας· αἰσχύνη δὲ φόβος ἀδοξίας· θόρυβος δὲ φόβος μετὰ φωνῆς κατεπείγων· δεισιδαιμονία δὲ φόβος θεῶν ἢ δαιμόνων· δέος δὲ φόβος δεινοῦ· δεῖμα δὲ φόβος ἐκ λόγου.