Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Clemens Al. Strom. II p. 491 Pott. (allato notissimo illo Sardanapalli epigrammate): καθόλου γὰρ οὐκ ἀναγκαῖον τὸ τῆς ἡδονῆς πάθος, ἐπακολούθημα δὲ χρείαις τισὶ φυσικαῖς, πείνῃ, δίψει, ῥίγει, γάμῳ. Εἰ γοῦν ταύτης δίχα πιεῖν οἷόν τε ἦν ἢ τροφῆς προσίεσθαι ἢ παιδοποιεῖν, ἐδείχθη ἂν οὐδεμία ἑτέρα χρεία ταύτης. Οὔτε γὰρ ἐνέργεια, οὔτε διάθεσις οὐδὲ μὴν μέρος τι ἡμέτερον ἡδονή· ἀλλ’ ὑπουργίας ἕνεκα παρῆλθεν εἰς τὸν βίον, ὥσπερ τοὺς ἅλας φασὶ τῆς παραπέψεως τῆς τροφῆς χάριν. Ἡ δὲ ἀφηνιάσασα καὶ τοῦ οἴκου κατακρατήσασα, πρώτην ἐπιθυμίαν γεννᾷ, ἔφεσιν καὶ ὄρεξιν οὖσαν ἄλογον τοῦ κεχαρισμένου αὐτῇ. (Deinde impugnatur Epicurus, laudantur Diogenis ex quadam tragoedia, Antisthenis, Cratetis in voluptatem invectivae, Philemonis porro comici de Zenone Citiensi testimonium).
Philo Leg. Alleg. III § 246 Vol. I p. 167, 23 Wendl. ἡ ἡδονὴ ἔπαρσις ἄλογος ψυχῆς· αὕτη κατάρατος ἐξ ἑαυτῆς, μόνῳ γέ τοι τῷ φαύλῳ προσγίνεται, σπουδαίῳ δ’ οὐδενί.
Diog. Laërt. VII 112. ὁ δὲ φόβος ἐστὶ προσδοκία κακοῦ· εἰς δὲ τὸν φόβον ἀνάγεται καὶ ταῦτα· δεῖμα, ὄκνος, αἰσχύνη, ἔκπληξις, θόρυβος, ἀγωνία. δεῖμα μὲν οὖν ἐστι φόβος δέος ἐμποιῶν, αἰσχύνη δὲ φόβος ἀδοξίας, ὄκνος δὲ φόβος μελλούσης ἐνεργείας, ἔκπληξις δὲ φόβος ἐκ φαντασίας ἀσυνήθους πράγματος, θόρυβος δὲ φόβος μετὰ κατεπείξεως φωνῆς, ἀγωνία δὲ φόβος ἀδήλου πράγματος.
Stobaeus ecl. II 92 W. Ὄκνος δὲ φόβος μελλούσης ἐνεργείας· ἀγωνία δὲ φόβος διαπτώσεως καὶ ἑτέρως φόβος ἥττης· ἔκπληξις δὲ φόβος ἐξ ἀσυνήθους φαντασίας· αἰσχύνη δὲ φόβος ἀδοξίας· θόρυβος δὲ φόβος μετὰ φωνῆς κατεπείγων· δεισιδαιμονία δὲ φόβος θεῶν ἢ δαιμόνων· δέος δὲ φόβος δεινοῦ· δεῖμα δὲ φόβος ἐκ λόγου.