Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Andronicus περὶ παθῶν 4 (p. 16 Kreuttner).Ἐπιθυμίας εἴδη κζʹ. Ὀργὴ μὲν οὖν ἐστιν ἐπιθυμία τιμωρίας τοῦ ἠδικηκέναι δοκοῦντος. Θυμὸς δὲ ὀργὴ ἐναρχομένη. Χόλος δὲ ὀργὴ διοιδοῦσα. Πικρία δὲ ὀργὴ παραχρῆμα ἐκρηγνυμένη. Μῆνις δὲ ὀργὴ εἰς παλαίωσιν ἀποτιθεμένη. Κότος δὲ ὀργὴ καιρὸν ἐπιτηροῦσα εἰς τιμωρίαν. Ἔρως δὲ ἐπιθυμία σωματικῆς συνουσίας.
ἄλλος ἔρως· ἐπιθυμία φιλίας. ἄλλος ἔρως· [ὑπηρεσία θεῶν εἰς ναῶν κατακόσμησιν καὶ καλῶν] ὃν ἐπιβολὴν καλοῦσι φιλοποιΐας διὰ κάλλος ἐμφαινόμενον. Ἵμερος δὲ ἐπιθυμία φίλου ἀπόντος ὁμιλίας. Πόθος δὲ ἐπιθυμία κατὰ ἔρωτα ἀπόντος. Δυσμένεια δὲ δύσνοια ἐπιτηρητικὴ καὶ κακοποιός. Δύσνοια δὲ ἐπιθυμία τοῦ κακῶς εἶναί τινι αὐτοῦ ἕνεκεν ἐκείνου. Ἁψικορία δὲ ἐπιθυμία ταχὺ ἐμπιπλαμένη. Ῥιψοφθαλμία δὲ ταχυτὴς περὶ τὸ ἰδεῖν τὸ ποθούμενον. Σπάνις δὲ ἐπιθυμία ἀτελής. Τραχυτὴς δὲ ἐπιθυμία ἀνώμαλος. Ἔρις δὲ ἐπιθυμία εἰς ἀντίταξιν κακοποιητικήν. Προσπάθεια δὲ ἐπιθυμία δεδουλωμένη. Φιληδονία δὲ ἐπιθυμία ἡδονῶν ἄμετρος. Φιλοχρηματία δὲ ἐπιθυμία [ἄχρηστος ἢ] ἄμετρος χρημάτων. Φιλοτιμία δὲ ἐπιθυμία ἄμετρος τιμῆς. Φιλοζωΐα δὲ ἐπιθυμία ζωῆς ἄλογος. Φιλοσωματία δὲ ἐπιθυμία σώματος εὐθηνίας παρὰ τὸ δέον. Γαστριμαργία δὲ ἐπιθυμία ἄμετρος σιτίων. Οἰνοφλυγία δὲ ἐπιθυμία οἴνου ἄπληστος. Λαγνεία δὲ ἐπιθυμία συνουσιῶν ἄμετρος.Cicero Tusc. disp. IV 21. Quae autem libidini subiecta sunt, ea sic definiunt, ut ira sit libido poeniendi eius, qui videatur laesisse iniuria, excandescentia autem sit ira nascens et modo existens, quae θύμωσις Graece dicitur, odium ira inveterata, inimicitia ira ulciscendi tempus observans, discordia ira acerbior intimo animo et corde concepta, indigentia libido inexplebilis, desiderium libido eius, qui nondum adsit, videndi.
Distinguunt illud etiam, ut libido sit earum rerum, quae dicuntur de quodam aut quibusdam, quae κατηγορήματα dialectici appellant, ut habere divitias, capere honores, indigentia rerum ipsarum sit, ut honorum, ut pecuniae.
Sextus adv. math. VII 239. ὁ λέγων τὸν ἔρωτα ἐπιβολὴν εἶναι φιλοποιΐας συνεμφαίνει τὸ νέων ὡραίων, καὶ εἰ μὴ κατὰ ῥητὸν τοῦτο ἐκφέρῃ· οὐθεὶς γὰρ γερόντων καὶ ἀκμῆς ὥραν μὴ ἐχόντων ἐρᾷ.
Diog. Laërt. VII 114. ἡδονὴ δέ ἐστιν ἄλογος ἔπαρσις ἐφ’ αἱρετῷ δοκοῦντι ὑπάρχειν, ὑφ’ ἣν τάττεται κήλησις, ἐπιχαιρεκακία, τέρψις, διάχυσις. κήλησις μὲν οὖν ἐστιν ἡδονὴ δι’ ὤτων κατακηλοῦσα, ἐπιχαιρεκακία δὲ ἡδονὴ ἐπ’ ἀλλοτρίοις κακοῖς, τέρψις δέ, οἷον τρέψις, προτροπή τις ψυχῆς ἐπὶ τὸ ἀνειμένον, διάχυσις δὲ ἀνάλυσις ἀρετῆς.