Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Cicero Tusculan. disput. IV 7, 14. Est ergo aegritudo opinio recens mali praesentis, in quo demitti contrahique animo rectum esse videatur; laetitia opinio recens boni praesentis, in quo efferri rectum esse videatur; metus opinio impendentis mali, quod intolerabile esse videatur; libido opinio venturi boni, quod sit ex usu iam praesens esse atque adesse.

Stobaeus ecl. II 90, 7 W. Τὴν μὲν οὖν ἐπιθυμίαν λέγουσιν ὄρεξιν εἶναι ἀπειθῆ λόγῳ· αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν ἀγαθὸν ἐπιφέρεσθαι, οὗ παρόντος εὖ ἀπαλλάξομεν, τῆς δόξης αὐτῆς ἐχούσης τὸ ἀτάκτως κινητικὸν ⟨πρόσφατον τοῦ ὄντως αὐτὸ ὀρεκτὸν εἶναι⟩. Φόβον δ’ εἶναι ἔκκλισιν ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτοῦ τὸ δοξάζειν κακὸν ἐπιφέρεσθαι, τῆς δόξης τὸ κινητικὸν [καὶ] πρόσφατον ἐχούσης τοῦ ὄντως αὐτὸ φευκτὸν εἶναι. Λύπην δ’ εἶναι συστολὴν ψυχῆς ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν πρόσφατον κακὸν παρεῖναι, ἐφ’ ᾧ καθήκει ⟨συστέλλεσθαι. Ἡδονὴν δ’ εἶναι ἔπαρσιν

ψυχῆς ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν πρόσφατον ἀγαθὸν παρεῖναι, ἐφ’ ᾧ καθήκει⟩ ἐπαίρεσθαι.

Ὑπὸ μὲν οὖν τὴν ἐπιθυμίαν ὑπάγεται τὰ τοιαῦτα· ὀργὴ καὶ τὰ εἴδη αὐτῆς (θυμὸς καὶ χόλος καὶ μῆνις καὶ κότος καὶ πικρίαι καὶ τὰ τοιαῦτα), ἔρωτες σφοδροὶ καὶ πόθοι καὶ ἵμεροι καὶ φιληδονίαι καὶ φιλοπλουτίαι καὶ φιλοδοξίαι καὶ τὰ ὅμοια· ὑπὸ δὲ τὴν ἡδονὴν ἐπιχαιρεκακίαι καὶ ἀσμενισμοὶ καὶ γοητεῖαι καὶ τὰ ὅμοια· ὑπὸ δὲ τὸν φόβον ὄκνοι καὶ ἀγωνίαι καὶ ἔκπληξις καὶ αἰσχύναι καὶ θόρυβοι καὶ δεισιδαιμονίαι καὶ δέος καὶ δείματα· ὑπὸ δὲ τὴν λύπην φθόνος, ζῆλος, ζηλοτυπία, ἔλεος, πένθος, ἄχθος, ἄχος, ἀνία, ὀδύνη, ἄση.

Stobaeus ecl. II 92, 18. τούτων δὲ τῶν παθῶν τὰ μὲν ἐμφαίνειν τὸ ἐφ’ ᾧ γίγνεται, οἷον ἔλεον, φθόνον, ἐπιχαιρεκακίαν, αἰσχύνην· τὰ δὲ τὴν ἰδιότητα τῆς κινήσεως, οἷον ὀδύνην, δεῖμα.

Stobaeus ecl. II 91, 10. ὀργὴ μὲν οὖν ἐστιν ἐπιθυμία ⟨τοῦ⟩ τιμωρήσασθαι τὸν δοκοῦντα ἠδικηκέναι παρὰ τὸ προσῆκον· θυμὸς δὲ ὀργὴ ἐναρχομένη· χόλος δὲ ὀργὴ διοιδοῦσα· μῆνις δὲ ὀργὴ εἰς παλαίωσιν ἀποτεθειμένη ἢ ἐναποκειμένη· κότος δὲ ὀργὴ ἐπιτηροῦσα καιρὸν εἰς τιμωρίαν· πικρία δὲ ὀργὴ παραχρῆμα ἐκρηγνυμένη· ἔρως δὲ ἐπιβολὴ φιλοποΐας διὰ κάλλος ἐμφαινόμενον· πόθος δὲ ἐπιθυμία τοῦ ἔρωτι ἀπόντος· ἵμερος δὲ ἐπιθυμία φίλου ἀπόντος ὁμιλίας· φιληδονία δὲ ἐπιθυμία ἡδονῶν· φιλοπλουτία δὲ πλούτου· φιλοδοξία δὲ δόξης.

Diog. Laërt. VII 113. ἐπιθυμία δέ ἐστιν ἄλογος ὄρεξις, ὑφ’ ἣν τάττεται καὶ ταῦτα· σπάνις, μῖσος, φιλονικία, ὀργή, ἔρως, μῆνις, θυμός. ἔστι δὲ ἡ μὲν σπάνις ἐπιθυμία τις ἐν ἀποτεύξει καὶ οἷον κεχωρισμένη ἐκ τοῦ πράγματος, τεταμένη δὲ διακενῆς ἐπ’ αὐτὸ καὶ σπωμένη· μῖσος δέ ἐστιν ἐπιθυμία τις τοῦ κακῶς εἶναί τινι μετὰ προκοπῆς τινος καὶ παρατάσεως, φιλονικία δὲ ἐπιθυμία τις περιαιρέσεως, ὀργὴ δὲ ἐπιθυμία τιμωρίας τοῦ δοκοῦντος ἠδικηκέναι οὐ προσηκόντως· ἔρως δέ ἐστιν ἐπιθυμία τις ⟨καὶ⟩ οὐχὶ περὶ σπουδαίους· ἔστι γὰρ ἐπιβολὴ φιλοποιΐας διὰ κάλλος ἐμφαινόμενον· μῆνις δέ ἐστιν ὀργή τις πεπαλαιωμένη καὶ ἐπι***κότος ἐπιτηρητικὴ [δέ], ὅπερ ἐμφαίνεται διὰ τῶνδε·

εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ.
ὁ δὲ θυμός ἐστιν ὀργὴ ἀρχομένη.

Andronicus περὶ παθῶν 4 (p. 16 Kreuttner).Ἐπιθυμίας εἴδη κζʹ. Ὀργὴ μὲν οὖν ἐστιν ἐπιθυμία τιμωρίας τοῦ ἠδικηκέναι δοκοῦντος. Θυμὸς δὲ ὀργὴ ἐναρχομένη. Χόλος δὲ ὀργὴ διοιδοῦσα. Πικρία δὲ ὀργὴ παραχρῆμα ἐκρηγνυμένη. Μῆνις δὲ ὀργὴ εἰς παλαίωσιν ἀποτιθεμένη. Κότος δὲ ὀργὴ καιρὸν ἐπιτηροῦσα εἰς τιμωρίαν. Ἔρως δὲ ἐπιθυμία σωματικῆς συνουσίας.

ἄλλος ἔρως· ἐπιθυμία φιλίας. ἄλλος ἔρως· [ὑπηρεσία θεῶν εἰς ναῶν κατακόσμησιν καὶ καλῶν] ὃν ἐπιβολὴν καλοῦσι φιλοποιΐας διὰ κάλλος ἐμφαινόμενον. Ἵμερος δὲ ἐπιθυμία φίλου ἀπόντος ὁμιλίας. Πόθος δὲ ἐπιθυμία κατὰ ἔρωτα ἀπόντος. Δυσμένεια δὲ δύσνοια ἐπιτηρητικὴ καὶ κακοποιός. Δύσνοια δὲ ἐπιθυμία τοῦ κακῶς εἶναί τινι αὐτοῦ ἕνεκεν ἐκείνου. Ἁψικορία δὲ ἐπιθυμία ταχὺ ἐμπιπλαμένη. Ῥιψοφθαλμία δὲ ταχυτὴς περὶ τὸ ἰδεῖν τὸ ποθούμενον. Σπάνις δὲ ἐπιθυμία ἀτελής. Τραχυτὴς δὲ ἐπιθυμία ἀνώμαλος. Ἔρις δὲ ἐπιθυμία εἰς ἀντίταξιν κακοποιητικήν. Προσπάθεια δὲ ἐπιθυμία δεδουλωμένη. Φιληδονία δὲ ἐπιθυμία ἡδονῶν ἄμετρος. Φιλοχρηματία δὲ ἐπιθυμία [ἄχρηστος ἢ] ἄμετρος χρημάτων. Φιλοτιμία δὲ ἐπιθυμία ἄμετρος τιμῆς. Φιλοζωΐα δὲ ἐπιθυμία ζωῆς ἄλογος. Φιλοσωματία δὲ ἐπιθυμία σώματος εὐθηνίας παρὰ τὸ δέον. Γαστριμαργία δὲ ἐπιθυμία ἄμετρος σιτίων. Οἰνοφλυγία δὲ ἐπιθυμία οἴνου ἄπληστος. Λαγνεία δὲ ἐπιθυμία συνουσιῶν ἄμετρος.

Cicero Tusc. disp. IV 21. Quae autem libidini subiecta sunt, ea sic definiunt, ut ira sit libido poeniendi eius, qui videatur laesisse iniuria, excandescentia autem sit ira nascens et modo existens, quae θύμωσις Graece dicitur, odium ira inveterata, inimicitia ira ulciscendi tempus observans, discordia ira acerbior intimo animo et corde concepta, indigentia libido inexplebilis, desiderium libido eius, qui nondum adsit, videndi.

Distinguunt illud etiam, ut libido sit earum rerum, quae dicuntur de quodam aut quibusdam, quae κατηγορήματα dialectici appellant, ut habere divitias, capere honores, indigentia rerum ipsarum sit, ut honorum, ut pecuniae.

Sextus adv. math. VII 239. ὁ λέγων τὸν ἔρωτα ἐπιβολὴν εἶναι φιλοποιΐας συνεμφαίνει τὸ νέων ὡραίων, καὶ εἰ μὴ κατὰ ῥητὸν τοῦτο ἐκφέρῃ· οὐθεὶς γὰρ γερόντων καὶ ἀκμῆς ὥραν μὴ ἐχόντων ἐρᾷ.

Diog. Laërt. VII 114. ἡδονὴ δέ ἐστιν ἄλογος ἔπαρσις ἐφ’ αἱρετῷ δοκοῦντι ὑπάρχειν, ὑφ’ ἣν τάττεται κήλησις, ἐπιχαιρεκακία, τέρψις, διάχυσις. κήλησις μὲν οὖν ἐστιν ἡδονὴ δι’ ὤτων κατακηλοῦσα, ἐπιχαιρεκακία δὲ ἡδονὴ ἐπ’ ἀλλοτρίοις κακοῖς, τέρψις δέ, οἷον τρέψις, προτροπή τις ψυχῆς ἐπὶ τὸ ἀνειμένον, διάχυσις δὲ ἀνάλυσις ἀρετῆς.

Andronicus περὶ παθῶν 5 (p. 19 Kreuttner)Ἡδονῆς εἴδη εʹ. Ἀσμενισμὸς μὲν οὖν ἐστιν ἡδονὴ ἐπὶ ἀπροσδοκήτοις ἀγαθοῖς. Τέρψις δὲ ἡδονὴ δι’ ὄψεως ἢ δι’ ἀκοῆς.

Κήλησις δὲ ἡδονὴ δι’ ἀκοῆς κατακηλοῦσα· ἢ ἡδονὴ ἐκ λόγου τε καὶ μουσικῆς ἢ δι’ ἀπάτης γινομένη. Ἐπιχαιρεκακία δὲ ἡδονὴ ἐπὶ τοῖς τῶν πέλας ἀτυχήμασιν. Γοητεία δὲ ἡδονὴ κατ’ ἀπάτην ἢ διὰ μαγείας.

Stobaeus ecl. II 91, 20 W. ἐπιχαιρεκακία δὲ ἡδονὴ ἐπ’ ἀλλοτρίοις κακοῖς· ἀσμενισμὸς δὲ ἡδονὴ ἐπὶ ἀπροσδοκήτοις· γοητεία δὲ ἡδονὴ δι’ ὄψεως κατὰ ἀπάτην.

Cicero Tusc. disp. IV 20. Voluptatis autem partes hoc modo discribunt, ut malivolentia sit voluptas ex malo alterius sine emolumento suo, delectatio voluptas suavitate auditus animum deleniens; et qualis est haec aurium, tales sunt et oculorum et tactionum et odorationum et saporum, quae sunt omnes unius generis ad perfundendum animum tamquam inliquefactae voluptates. Iactatio est voluptas gestiens et se efferens insolentius.

Cicero de finibus II 4, 13. Sed hoc interest, quod voluptas dicitur etiam in animo, vitiosa res, ut Stoici putant, qui eam sic definiunt: sublationem animi sine ratione, opinantis se magno bono frui.

Clemens Al. Strom. II p. 491 Pott. (allato notissimo illo Sardanapalli epigrammate): καθόλου γὰρ οὐκ ἀναγκαῖον τὸ τῆς ἡδονῆς πάθος, ἐπακολούθημα δὲ χρείαις τισὶ φυσικαῖς, πείνῃ, δίψει, ῥίγει, γάμῳ. Εἰ γοῦν ταύτης δίχα πιεῖν οἷόν τε ἦν ἢ τροφῆς προσίεσθαι ἢ παιδοποιεῖν, ἐδείχθη ἂν οὐδεμία ἑτέρα χρεία ταύτης. Οὔτε γὰρ ἐνέργεια, οὔτε διάθεσις οὐδὲ μὴν μέρος τι ἡμέτερον ἡδονή· ἀλλ’ ὑπουργίας ἕνεκα παρῆλθεν εἰς τὸν βίον, ὥσπερ τοὺς ἅλας φασὶ τῆς παραπέψεως τῆς τροφῆς χάριν. Ἡ δὲ ἀφηνιάσασα καὶ τοῦ οἴκου κατακρατήσασα, πρώτην ἐπιθυμίαν γεννᾷ, ἔφεσιν καὶ ὄρεξιν οὖσαν ἄλογον τοῦ κεχαρισμένου αὐτῇ. (Deinde impugnatur Epicurus, laudantur Diogenis ex quadam tragoedia, Antisthenis, Cratetis in voluptatem invectivae, Philemonis porro comici de Zenone Citiensi testimonium).

Philo Leg. Alleg. III § 246 Vol. I p. 167, 23 Wendl. ἡ ἡδονὴ ἔπαρσις ἄλογος ψυχῆς· αὕτη κατάρατος ἐξ ἑαυτῆς, μόνῳ γέ τοι τῷ φαύλῳ προσγίνεται, σπουδαίῳ δ’ οὐδενί.