Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Clemens Al. Strom. II p. 460 Pott. Ὁρμὴ μὲν οὖν φορὰ διανοίας ἐπί τι ἢ ἀπό του· πάθος δὲ πλεονάζουσα ὁρμὴ ἢ ὑπερτείνουσα τὰ κατὰ τὸν λόγον μέτρα· ἢ ὁρμὴ ἐκφερομένη καὶ ἀπειθὴς λόγιω. Παρὰ φύσιν οὖν κινήσεις ψυχῆς κατὰ τὴν πρὸς τὸν λόγον ἀπείθειαν τὰ πάθη.

Stobaeus ecl. II 88, 6 W. Ἐπεὶ δ’ ἐν εἴδει τὸ πάθος τῆς ὁρμῆς ἐστι, λέγωμεν ἑξῆς περὶ παθῶν.

10. Πάθος δ’ εἶναί φασιν ὁρμὴν πλεονάζουσαν καὶ ἀπειθῆ τῷ αἱροῦντι λόγῳ ἢ κίνησιν ψυχῆς ⟨ἄλογον⟩ παρὰ φύσιν (εἶναι δὲ πάθη πάντα τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς), διὸ καὶ πᾶσαν πτοίαν πάθος εἶναι, ⟨καὶ⟩ πάλιν ⟨πᾶν⟩ πάθος πτοίαν. Τοῦ δὲ πάθους τοιούτου ὄντος ὑποληπτέον, τὰ μὲν πρῶτα εἶναι καὶ ἀρχηγά, τὰ δ’ εἰς ταῦτα τὴν ἀναφορὰν ἔχειν. Πρῶτα δ’ εἶναι τῷ γένει ταῦτα τὰ τέσσαρα, ἐπιθυμίαν, φόβον, λύπην, ἡδονήν. Ἐπιθυμίαν μὲν οὖν καὶ φόβον προηγεῖσθαι, τὴν μὲν πρὸς τὸ φαινόμενον ἀγαθόν, τὸν δὲ πρὸς τὸ φαινόμενον κακόν. Ἐπιγίγνεσθαι δὲ τούτοις ἡδονὴν καὶ λύπην, ἡδονὴν μὲν ὅταν τυγχάνωμεν ὧν ἐπεθυμοῦμεν ἢ ἐκφύγωμεν ἃ ἐφοβούμεθα· λύπην δέ, ὅταν ἀποτυγχάνωμεν ὧν ἐπεθυμοῦμεν ἢ περιπέσωμεν οἷς ἐφοβούμεθα. Ἐπὶ πάντων δὲ τῶν τῆς ψυχῆς παθῶν, ἐπεὶ δόξας αὐτὰ λέγουσιν εἶναι, παραλαμβάνεσθαι τὴν δόξαν ἀντὶ τῆς ἀσθενοῦς ὑπολήψεως, τὸ δὲ πρόσφατον ἀντὶ τοῦ κινητικοῦ συστολῆς ἀλόγου ⟨ἢ⟩ ἐπάρσεως.

Cicero Tusc. disp. IV 22. Omnium autem perturbationum fontem esse dicunt intemperantiam, quae est [a] tota mente a recta ratione defectio, sic aversa a praescriptione rationis, ut nullo modo adpetitiones animi nec regi nec contineri queant. Quem ad modum igitur temperantia sedat adpetitiones et efficit, ut eae rectae rationi pareant, conservatque considerata iudicia mentis, sic huic inimica intemperantia omnem animi statum inflammat, conturbat, incitat, itaque et aegritudines et metus et reliquae perturbationes omnes gignuntur ex ea.

Cicero Tusc. disp. IV 14. Sed omnes perturbationes iudicio

censent fieri et opinione. Itaque eas definiunt pressius, ut intellegatur, non modo quam vitiosae, sed etiam quam in nostra sint potestate. - - 15. Sed quae iudicia quasque opiniones perturbationum esse dixi, non in eis perturbationes solum positas esse dicunt, verum illa etiam, quae efficiuntur perturbationibus, ut aegritudo quasi morsum aliquem doloris efficiat, metus recessum quendam animi et fugam, laetitia profusam hilaritatem, lubido effrenatam adpetentiam. Opinationem autem, quam in omnis definitiones superiores inclusimus, volunt esse imbecillam adsensionem.

Cicero de finibus III 35. perturbationes animorum - quas Graeci πάθη appellant. - omnesque eae sunt genere quattuor, partibus plures: aegritudo, formido, libido, quamque Stoici communi nomine corporis et animi ἡδονήν appellant - quasi gestientis animi elationem voluptariam. Perturbationes autem nulla naturae vi commoventur, omniaque ea sunt opiniones ac iudicia levitatis. Itaque his sapiens semper vacabit.

Themistius paraphr. in Aristot. de anima III 5 p. 197 Sp. καὶ οὐ κακῶς· οἱ ἀπὸ Ζήνωνος τὰ πάθη τῆς ἀνθρωπίνης ψυχῆς τοῦ λόγου διαστροφὰς εἶναι τιθέμενοι καὶ λόγου κρίσεις ἡμαρτημένας etc.

Proclus in Plat. Alcib. pr. Vol. III p. 159 ed. Cousin. οὐ γὰρ μόνον ἀπὸ τῶν δογμάτων τοιάδε κινεῖται πάθη τοῖς ἀνθρώποις, ὡς οἱ ἀπὸ τῆς Στοᾶς λέγουσιν, ἀλλὰ καὶ τοὐναντίον διὰ τὰ τοιάδε πάθη καὶ τὰς ὀρέξεις μεταβάλλουσι τὰς δόξας etc.

Plutarchus de virtute morali cp. 9 p. 449c. καὶ φασὶν αὐτοὶ (scil. Stoici) τῶν πραγμάτων ἐκβιαζομένων οὐ πᾶσαν εἶναι κρίσιν πάθος, ἀλλὰ τὴν κινητικὴν ὁρμῆς βιαίου καὶ πλεοναζούσης ὁμολογοῦντες ἕτερον εἶναι τὸ κρῖνον καὶ τὸ πάσχον ἐν ἡμῖν, ὥσπερ τὸ κινοῦν καὶ τὸ κινούμενον. αὐτός τε Χρύσιππος ἐν πολλοῖς ὁριζόμενος τὴν καρτερίαν καὶ τὴν ἐγκράτειαν ἕξεις ἀκολουθητικὰς τῷ αἱροῦντι λόγῳ, δῆλός ἐστιν ὑπὸ τῶν πραγμάτων ὁμολογεῖν ἀναγκαζόμενος ὡς ἕτερόν ἐστι τὸ ἀκολουθοῦν ἐν ἡμῖν τοῦ ᾧ ἀκολουθεῖ πειθόμενον, ἢ πάλιν μάχεται μὴ πειθόμενον.

Cicero Tusculan. disput. III 11, 24. Est igitur causa omnis in opinione, nec vero aegritudinis solum, sed etiam reliquarum omnium perturbationum, quae sunt genere quattuor, partibus plures. Nam cum omnis perturbatio sit animi motus vel rationis expers vel rationem aspernans vel rationi non oboediens, isque motus aut boni aut mali opinione citetur bifariam, quattuor perturbationes aequaliter distributae sunt. Nam duae sunt ex opinione boni, quarum altera, voluptas gestiens, id est praeter modum elata laetitia, opinione praesentis magni alicuius boni, altera, quae est immoderata appetitio opinati magni boni, rationi non obtemperans vel cupiditas recte vel libido dici potest. 25. Ergo haec duo genera, voluptas gestiens et libido, bonorum opinione turbantur, ut duo reliqua, metus et aegritudo malorum. Nam et metus opinio magni mali impendentis, et aegritudo est opinio magni mali praesentis, et quidem recens opinio

talis mali, ut in eo rectum videatur esse angi; id autem est, ut is, qui doleat, oportere opinetur se dolere.

Aspasius in Aristot. Eth. Nicom. p. 44, 12 Heylb. οἱ μὲν οὖν ἐκ τῆς Στοᾶς ᾠήθησαν πάθος εἶναι ὁρμὴν σφοδρὰν ἢ ὁρμὴν ἄλογον, λαμβάνοντες τὸ ὑπεναντίον τῷ ὀρθῷ λόγῳ. cf. ibid. 23.

idem p. 45, 16. γενικὰ δὲ πάθη οἱ μὲν ἐκ τῆς Στοᾶς ἔφασαν εἶναι ἡδονὴν καὶ λύπην φόβον ⟨καὶ⟩ ἐπιθυμίαν· γίνεσθαι μὲν γὰρ τὰ πάθη ἔφασαν δι’ ὑπόληψιν ἀγαθοῦ καὶ κακοῦ, ἀλλ’ ὅταν μὲν ὡς ἐπὶ παροῦσι τοῖς ἀγαθοῖς κινῆται ἡ ψυχή, ἡδονὴν εἶναι, ὅταν δὲ ὡς ἐπὶ παροῦσι τοῖς κακοῖς, λύπην· πάλιν δὲ ἐπὶ τοῖς προσδοκωμένοις ἀγαθοῖς ἐπιθυμία συμβαίνει, ὄρεξις οὖσα ὡς φαινομένου ἀγαθοῦ, κακῶν δὲ προσδοκωμένων τὸ συμβαῖνον πάθος φόβον ἔλεγον εἶναι.

Anonymus in Aristot. Eth. Nicom. (Michaël, Eustratius) ed. Heylb. p. 180, 14. τοιαύτη ἐστὶν ἡ λύπη, ἣν οἱ ἀπὸ τῆς Στοᾶς ἀντὶ λύπης συστολὴν καλοῦσι.

Servius ad Aeneid. VI 733. Varro et omnes philosophi dicunt, quattuor esse passiones, duas a bonis opinatis, et duas a malis opinatis rebus: nam dolere et timere duae opiniones malae sunt, una praesentis, alia futuri: item gaudere et cupere opiniones bonae sunt, una praesentis, altera futuri.

Philo de fortitudine p. 419 Vol. II Mang. τεττάρων ὄντων ἐν τῇ ψυχῇ παθῶν, δυοῖν μὲν περὶ τὸ ἀγαθὸν ἐνεστὼς ἢ μέλλον, ἡδονῆς καὶ ἐπιθυμίας, δυοῖν δὲ περὶ τὸ κακόν, παρὸν ἢ προσδοκώμενον, λύπης καὶ φόβου etc.

Stobaeus ecl. II 89, 4 W. τὸ δὲ "ἄλογον" καὶ τὸ "παρὰ φύσιν" (scil. in πάθους definitione) οὐ κοινῶς, ἀλλὰ τὸ μὲν ἄλογον ἴσον τῷ ἀπειθὲς τῷ λόγῳ. πᾶν γὰρ πάθος βιαστικόν ἐστι, ὡς πολλάκις ὁρῶντας τοὺς ἐν τοῖς πάθεσιν ὄντας ὅτι οὐ συμφέρει τόδε ποιεῖν, ὑπὸ τῆς σφοδρότητος ἐκφερομένους, καθάπερ ὑπό τινος ἀπειθοῦς ἵππου, ἀνάγεσθαι πρὸς τὸ ποιεῖν αὐτό, παρ’ ὃ καὶ πολλάκις τινὰς ἐξομολογεῖσθαι λέγοντας τὸ θρυλούμενον τοῦτο· (Eur. fr. 837 Nauck)

γνώμην δ’ ἔχοντα μ’ ἡ φύσις βιάζεται·
γνώμην γὰρ λέγει νῦν τὴν εἴδησιν καὶ γνῶσιν τῶν ὀρθῶν πραγμάτων. καὶ τὸ παρὰ φύσιν δ’ εἴληπται ἐν τῇ τοῦ πάθους ὑπογραφῇ, ὡς συμβαίνοντος παρὰ τὸν ὀρθὸν καὶ κατὰ φύσιν λόγον. πάντες δ’ οἱ ἐν τοῖς πάθεσιν ὄντες ἀποστρέφονται τὸν λόγον, οὐ παραπλησίως δὲ τοῖς ἐξηπατημένοις ἐν ὁτῳοῦν, ἀλλ’ ἰδιαζόντως. οἱ μὲν γὰρ ἠπατημένοι λόγου χάριν περὶ ⟨τοῦ⟩ τὰς ἀτόμους ἀρχὰς εἶναι, διδαχθέντες ὅτι οὔκ εἰσιν, ἀφίστανται τῆς κρίσεως· οἱ δ’ ἐν τοῖς πάθεσιν ὄντες, κἂν μάθωσι, κἂν μεταδιδαχθῶσιν ὅτι οὐ δεῖ λυπεῖσθαι ἢ φοβεῖσθαι, ἢ ὅλως ἐν τοῖς πάθεσιν εἶναι τῆς ψυχῆς, ὅμως οὐκ ἀφίστανται τούτων, ἀλλ’ ἄγονται ὑπὸ τῶν παθῶν εἰς τὸ ὑπὸ τῆς τούτων κρατεῖσθαι τυραννίδος.

Plutarchus de virtute morali cp. 10 p. 450c. ἐν δὲ τοῖς περὶ Ἀνομολογίας ὁ Χρύσιππος εἰπὼν ὅτι τυφλόν ἐστιν ἡ

ὀργὴ καὶ πολλάκις μὲν οὐκ ἐᾷ ὁρᾶν τὰ ἐκφανῆ, πολλάκις δὲ τοῖς καταλαμβονομένοις ἐπιπροσθεῖ μικρὸν προελθὼν Τὰ γὰρ ἐπιγιγνόμενα, φησὶ πάθη ἐκκρούει τοὺς λογισμοὺς καὶ τὰ ὡς ἑτέρως φαινόμενα, βιαίως προωθοῦντα ἐπὶ τὰς ἐναντίας πράξεις. εἶτα χρῆται μάρτυρι τῷ Μενάνδρῳ λέγοντι (Kock Frg. Com. III p. 173)
Οἴμοι τάλας ἔγωγε, ποῦ ποθ’ αἱ φρένες ἡμῶν ἐκεῖνον ἦσαν ἐν τῷ σώματι τὸν χρόνον, ὅτ’ οὐ ταῦτ’, ἀλλ’ ἐκεῖν’ ᾑρούμεθα;
καὶ πάλιν ὁ Χρύσιππος προελθὼν Τοῦ λογικοῦ (φησὶ) ζῴου φύσιν ἔχοντος προσχρῆσθαι εἰς ἕκαστα τῷ λόγῳ καὶ ὑπὸ τούτου κυβερνᾶσθαι, πολλάκις ἀποστρέφεσθαι αὐτὸν ἡμᾶς, ἄλλῃ βιαιοτέρᾳ φορᾷ χρωμένους.

Andronicus περὶ παθῶν 1 (p. 11 Kreuttner). Πάθος ἐστὶν ἄλογος ψυχῆς κίνησις καὶ παρὰ φύσιν ἢ ὁρμὴ πλεονάζουσα. - - τὰ δὲ γενικώτερα πάθη τέσσαρα· λύπη, φόβος, ἐπιθυμία, ἡδονή.

λύπη μὲν οὖν ἐστιν ἄλογος συστολή. ἢ δόξα πρόσφατος κακοῦ παρουσίας, ἐφ’ ᾧ οἴονται δεῖν συστέλλεσθαι.

φόβος δὲ ἄλογος ἔκκλισις· ἢ φυγὴ ἀπὸ προσδοκωμένου δεινοῦ.

ἐπιθυμία δὲ ἄλογος ὄρεξις· ἢ δίωξις προσδοκωμένου ἀγαθοῦ.

ἡδονὴ δὲ ἄλογος ἔταρσις· ἢ δόξα πρόσφατος ἀγαθοῦ παρουσίας, ἐφ’ᾧ οἴονται δεῖν ἐπαίρεσθαι.

Philo de Mose lib. III Vol. II Mang. p. 156. ἐξ ἀλόγου πάθους, ἢ παρὰ φύσιν ἐπαιρούσης καὶ μετεωριζούσης ἡδονῆς, ἢ συστελλούσης ἔμπαλιν λύπης καὶ καθαιρούσης ἢ ἀποστρέφοντος καὶ ἀποκλίνοντος τὴν ἐπ’ εὐθείας ὁρμὴν φόβου, ἢ τῆς ἐπιθυμίας πρὸς τὰ μὴ παρόντα ἑλκούσης καὶ ἀποτεινούσης βίᾳ. ibid. τὸ μὲν γὰρ τοῦ σώματος (scil. κάλλος) ἐν συμμετρίᾳ μερῶν εὐχροίᾳ τε καὶ εὐσαρκίᾳ κεῖται, - - τὸ δὲ τῆς διανοίας ἐν ἁρμονίᾳ δογμάτων καὶ ἀρετῶν συμφωνίᾳ etc.

Cicero Tusculan. disput. IV 7, 14. Est ergo aegritudo opinio recens mali praesentis, in quo demitti contrahique animo rectum esse videatur; laetitia opinio recens boni praesentis, in quo efferri rectum esse videatur; metus opinio impendentis mali, quod intolerabile esse videatur; libido opinio venturi boni, quod sit ex usu iam praesens esse atque adesse.

Stobaeus ecl. II 90, 7 W. Τὴν μὲν οὖν ἐπιθυμίαν λέγουσιν ὄρεξιν εἶναι ἀπειθῆ λόγῳ· αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν ἀγαθὸν ἐπιφέρεσθαι, οὗ παρόντος εὖ ἀπαλλάξομεν, τῆς δόξης αὐτῆς ἐχούσης τὸ ἀτάκτως κινητικὸν ⟨πρόσφατον τοῦ ὄντως αὐτὸ ὀρεκτὸν εἶναι⟩. Φόβον δ’ εἶναι ἔκκλισιν ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτοῦ τὸ δοξάζειν κακὸν ἐπιφέρεσθαι, τῆς δόξης τὸ κινητικὸν [καὶ] πρόσφατον ἐχούσης τοῦ ὄντως αὐτὸ φευκτὸν εἶναι. Λύπην δ’ εἶναι συστολὴν ψυχῆς ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν πρόσφατον κακὸν παρεῖναι, ἐφ’ ᾧ καθήκει ⟨συστέλλεσθαι. Ἡδονὴν δ’ εἶναι ἔπαρσιν

ψυχῆς ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν πρόσφατον ἀγαθὸν παρεῖναι, ἐφ’ ᾧ καθήκει⟩ ἐπαίρεσθαι.

Ὑπὸ μὲν οὖν τὴν ἐπιθυμίαν ὑπάγεται τὰ τοιαῦτα· ὀργὴ καὶ τὰ εἴδη αὐτῆς (θυμὸς καὶ χόλος καὶ μῆνις καὶ κότος καὶ πικρίαι καὶ τὰ τοιαῦτα), ἔρωτες σφοδροὶ καὶ πόθοι καὶ ἵμεροι καὶ φιληδονίαι καὶ φιλοπλουτίαι καὶ φιλοδοξίαι καὶ τὰ ὅμοια· ὑπὸ δὲ τὴν ἡδονὴν ἐπιχαιρεκακίαι καὶ ἀσμενισμοὶ καὶ γοητεῖαι καὶ τὰ ὅμοια· ὑπὸ δὲ τὸν φόβον ὄκνοι καὶ ἀγωνίαι καὶ ἔκπληξις καὶ αἰσχύναι καὶ θόρυβοι καὶ δεισιδαιμονίαι καὶ δέος καὶ δείματα· ὑπὸ δὲ τὴν λύπην φθόνος, ζῆλος, ζηλοτυπία, ἔλεος, πένθος, ἄχθος, ἄχος, ἀνία, ὀδύνη, ἄση.

Stobaeus ecl. II 92, 18. τούτων δὲ τῶν παθῶν τὰ μὲν ἐμφαίνειν τὸ ἐφ’ ᾧ γίγνεται, οἷον ἔλεον, φθόνον, ἐπιχαιρεκακίαν, αἰσχύνην· τὰ δὲ τὴν ἰδιότητα τῆς κινήσεως, οἷον ὀδύνην, δεῖμα.

Stobaeus ecl. II 91, 10. ὀργὴ μὲν οὖν ἐστιν ἐπιθυμία ⟨τοῦ⟩ τιμωρήσασθαι τὸν δοκοῦντα ἠδικηκέναι παρὰ τὸ προσῆκον· θυμὸς δὲ ὀργὴ ἐναρχομένη· χόλος δὲ ὀργὴ διοιδοῦσα· μῆνις δὲ ὀργὴ εἰς παλαίωσιν ἀποτεθειμένη ἢ ἐναποκειμένη· κότος δὲ ὀργὴ ἐπιτηροῦσα καιρὸν εἰς τιμωρίαν· πικρία δὲ ὀργὴ παραχρῆμα ἐκρηγνυμένη· ἔρως δὲ ἐπιβολὴ φιλοποΐας διὰ κάλλος ἐμφαινόμενον· πόθος δὲ ἐπιθυμία τοῦ ἔρωτι ἀπόντος· ἵμερος δὲ ἐπιθυμία φίλου ἀπόντος ὁμιλίας· φιληδονία δὲ ἐπιθυμία ἡδονῶν· φιλοπλουτία δὲ πλούτου· φιλοδοξία δὲ δόξης.

Diog. Laërt. VII 113. ἐπιθυμία δέ ἐστιν ἄλογος ὄρεξις, ὑφ’ ἣν τάττεται καὶ ταῦτα· σπάνις, μῖσος, φιλονικία, ὀργή, ἔρως, μῆνις, θυμός. ἔστι δὲ ἡ μὲν σπάνις ἐπιθυμία τις ἐν ἀποτεύξει καὶ οἷον κεχωρισμένη ἐκ τοῦ πράγματος, τεταμένη δὲ διακενῆς ἐπ’ αὐτὸ καὶ σπωμένη· μῖσος δέ ἐστιν ἐπιθυμία τις τοῦ κακῶς εἶναί τινι μετὰ προκοπῆς τινος καὶ παρατάσεως, φιλονικία δὲ ἐπιθυμία τις περιαιρέσεως, ὀργὴ δὲ ἐπιθυμία τιμωρίας τοῦ δοκοῦντος ἠδικηκέναι οὐ προσηκόντως· ἔρως δέ ἐστιν ἐπιθυμία τις ⟨καὶ⟩ οὐχὶ περὶ σπουδαίους· ἔστι γὰρ ἐπιβολὴ φιλοποιΐας διὰ κάλλος ἐμφαινόμενον· μῆνις δέ ἐστιν ὀργή τις πεπαλαιωμένη καὶ ἐπι***κότος ἐπιτηρητικὴ [δέ], ὅπερ ἐμφαίνεται διὰ τῶνδε·

εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ.
ὁ δὲ θυμός ἐστιν ὀργὴ ἀρχομένη.