Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Plutarchus πότερα τῶν ζώων φρονιμώτερα cp. 6 p. 963f. οἱ γὰρ

ἀπὸ τῆς Στοᾶς καὶ τοῦ Περιπάτου μάλιστα πρὸς τοὐναντίον ἐντείνονται τῷ λόγῳ, τῆς δικαιοσύνης ἑτέραν γένεσιν οὐκ ἐχούσης, ἀλλὰ παντάπασιν ἀσυστάτου καὶ ἀνυπάρκτου γινομένης, εἰ πᾶσι τοῖς ζῴοις λόγου μέτεστι· γίνεται γὰρ ἢ τὸ ἀδικεῖν ἀναγκαῖον ἡμῖν ἀφειδοῦσιν αὐτῶν ἢ μὴ χρωμένων αὐτοῖς τὸ ζῆν ἀδύνατον καὶ ἄπορον· καὶ τρόπον τινὰ θηρίων βίον βιωσόμεθα, τὰς ἀπὸ τῶν θηρίων προέμενοι χρείας. —

Plutarchus de esu carnium II 6 p. 999a. Οὐκ ἴσος δέ τις οὗτος ὁ ἀγὼν τοῖς Στωϊκοῖς ὑπὲρ τῆς σαρκοφαγίας. τίς γὰρ ὁ πολὺς τόνος εἰς τὴν γαστέρα καὶ τὰ ὀπτανεῖα; τί τὴν ἡδονὴν θηλύνοντες καὶ διαβάλλοντες, ὡς οὔτε ἀγαθὸν οὔτε προηγούμενον οὔτε οἰκεῖον, οὕτω [πρὸς τὰ] περὶ τῶν ἡδονῶν ἐσπουδάκασι; καὶ μὴν ἀκόλουθον ἦν αὐτοῖς, εἰ μῦρον ἐξελαύνουσι καὶ πέμμα τῶν συμποσίων, μᾶλλον αἷμα καὶ σάρκα δυσχεραίνειν. νῦν δ’ ὥσπερ εἰς ἐφημερίδα φιλοσοφοῦντες δαπάνην ἀφαιροῦσι τῶν δείπνων ἐν τοῖς ἀχρήστοις καὶ περιττοῖς, τὸ δὲ ἀνήμερον τῆς πολυτελείας καὶ φονικὸν οὐ παραιτοῦνται· ναί, φησίν, οὐδὲν γὰρ ἡμῖν πρὸς τὰ ἄλογα δίκαιόν ἐστι. οὐδὲ γὰρ πρὸς τὸ μῦρον, φαίη τις ἄν, οὐδὲ πρὸς τὰ ξενικὰ τῶν ἡδυσμάτων· ἀλλὰ καὶ τούτων ἀποτρέπεσθε, τὸ μὴ χρήσιμον μηδὲ ἀναγκαῖον ἐν ἡδονῇ πανταχόθεν ἐξελαύνοντες.

Philo de sacrif. Abel et Cain § 46 Vol. I p. 220, 19 Wendl. διττὸν εἶναι πέφυκε τὸ ἄλογον, τὸ μὲν παρὰ τὸν αἱροῦντα λόγον, ὃν ἄφρονα φασί τινες, τὸ δὲ κατ’ ἐκτομὴν λόγου, ὡς τῶν ζῴων τὰ μὴ λογικά.

Anecdota Paris. ed. Cramer Vol. I p. 244 (Schol. in Eth. Nicom). Οἱ Ἐπικούρειοι καί τινες τῶν ὕστερον Στωϊκῶν μετεδίδοσαν καὶ τοῖς ἀλόγοις εὐδαιμονίας.