Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Athenaeus Deipnosoph. VI p. 267b. διαφέρειν δέ φησι Χρύσιππος δοῦλον οἰκέτου, γράφων ἐν δευτέρῳ περὶ ὁμονοίας, διὰ τὸ τοὺς ἀπελευθέρους μὲν δούλους ἔτι εἶναι, οἰκέτας δὲ τοὺς μὴ τῆς κτήσεως ἀφειμένους. ὁ γὰρ οἰκέτης (φησί) δοῦλος ἐν κτήσει κατατεταγμένος.
Clemens Al. Paed. III p. 288 Pott. τὸ δὲ εὐγενὲς τῆς ἀληθείας, ἐν τῷ φύσει καλῷ κατὰ ψυχὴν ἐξεταζόμενον, οὐ πράσει καὶ ὠνῇ τὸν δοῦλον, ἀλλὰ τῇ γνώμῃ τῇ ἀνελευθέρῳ διακέρικεν.
Diog. Laërt. VII 121. μόνον τε ἐλεύθερον (scil. εἶναι τὸν σοφόν), τοὺς δὲ φαύλους δούλους· εἶναι γὰρ τὴν ἐλευθερίαν ἐξουσίαν αὐτοπραγίας, τὴν δὲ δουλείαν στέρησιν αὐτοπραγίας· εἶναι δὲ καὶ ἄλλην δουλείαν τὴν ἐν ὑποτάξει, καὶ τρίτην τὴν ἐν κτήσει τε καὶ ὑποτάξει, ἧ ἀντιτίθεται ἡ δεσποτεία, φαύλη οὖσα καὶ αὐτή.
Dio Chrysost. or. XIV § 16 (Vol. II p. 230, 17 Arn.). Ἑνὶ δὴ λόγῳ τὰ μὲν φαῦλα - οὐκ ἔξεστι πράττειν, τὰ δὲ δίκαια καὶ συμφέροντα καὶ ἀγαθὰ χρὴ φάναι ὅτι προσήκει τε καὶ ἔξεστιν. - οὐκοῦν οὐδενὶ τά τε φαῦλα καὶ ἀσύμφορα ποιεῖν ἀζήμιόν ἐστιν - -. τὰ δέ γε ἐναντία πᾶσιν ὁμοίως ἐφεῖται, καὶ οἱ μὲν τὰ ἐφειμένα πράττοντες ἀζήμιοι διατελοῦσιν, οἱ δὲ τὰ κεκωλυμένα ζημιοῦνται. ἄλλοι οὖν δοκοῦσί σοι πράττειν ἃ ἔξεστιν ἢ οἱ ἐπιστάμενοι ταῦτα, καὶ ἄλλοι τἀναντία ἢ οἱ ἀγνοοῦντες; - οὐκοῦν οἱ
φρόνιμοι ὅσα βούλονται πράττειν, ἔξεστιν αὐτοῖς· οἱ δὲ ἄφρονες ὅσα βούλονται οὐκ ἐξὸν ἐπιχειροῦσι πράττειν. ὥστε ἀνάγκη τοὺς μὲν φρονίμους ἐλευθέρους τε εἶναι καὶ ἐξεῖναι αὐτοῖς ποιεῖν ὡς ἐθέλουσι, τοὺς δὲ ἀνοήτους δούλους τε εἶναι καὶ ἃ μὴ ἔξεστιν αὐτοῖς, ταῦτα ποιεῖν. οὐκοῦν καὶ τὴν ἐλευθερίαν χρὴ λέγειν ἐπιστήμην τῶν ἐφειμένων καὶ τῶν κεκωλυμένων, τὴν δὲ δουλείαν ἄγνοιαν ὧν τε ἔξεστι καὶ ὧν μή.