Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Seneca de beneficiis III 22. Servus, ut placet Chrysippo, perpetuus mercenarius est. Quemadmodum ille beneficium dat, ubi plus praestat quam in quod operas locavit, sic servus ubi benevolentia erga dominum fortunae suae modum transit et altius aliquid ausus quod etiam felicius natis decori esset [et] spem domini antecessit, beneficium est intra domum inventum.

Philo de septen. et fest. dieb. p. 283 Vol. II Mang. ἄνθρωπος γὰρ ἐκ φύσεως δοῦλος οὐδείς.

p. 291. οἱ δὲ δεσπόται τοῖς ἀργυρωνήτοις μὴ ὡς φύσει δούλοις ἀλλ’ ὡς μισθωτοῖς προσφέρωνται.

Athenaeus Deipnosoph. VI p. 267b. διαφέρειν δέ φησι Χρύσιππος δοῦλον οἰκέτου, γράφων ἐν δευτέρῳ περὶ ὁμονοίας, διὰ τὸ τοὺς ἀπελευθέρους μὲν δούλους ἔτι εἶναι, οἰκέτας δὲ τοὺς μὴ τῆς κτήσεως ἀφειμένους. ὁ γὰρ οἰκέτης (φησί) δοῦλος ἐν κτήσει κατατεταγμένος.

Clemens Al. Paed. III p. 288 Pott. τὸ δὲ εὐγενὲς τῆς ἀληθείας, ἐν τῷ φύσει καλῷ κατὰ ψυχὴν ἐξεταζόμενον, οὐ πράσει καὶ ὠνῇ τὸν δοῦλον, ἀλλὰ τῇ γνώμῃ τῇ ἀνελευθέρῳ διακέρικεν.

Diog. Laërt. VII 121. μόνον τε ἐλεύθερον (scil. εἶναι τὸν σοφόν), τοὺς δὲ φαύλους δούλους· εἶναι γὰρ τὴν ἐλευθερίαν ἐξουσίαν αὐτοπραγίας, τὴν δὲ δουλείαν στέρησιν αὐτοπραγίας· εἶναι δὲ καὶ ἄλλην δουλείαν τὴν ἐν ὑποτάξει, καὶ τρίτην τὴν ἐν κτήσει τε καὶ ὑποτάξει, ἧ ἀντιτίθεται ἡ δεσποτεία, φαύλη οὖσα καὶ αὐτή.

Dio Chrysost. or. XIV § 16 (Vol. II p. 230, 17 Arn.). Ἑνὶ δὴ λόγῳ τὰ μὲν φαῦλα - οὐκ ἔξεστι πράττειν, τὰ δὲ δίκαια καὶ συμφέροντα καὶ ἀγαθὰ χρὴ φάναι ὅτι προσήκει τε καὶ ἔξεστιν. - οὐκοῦν οὐδενὶ τά τε φαῦλα καὶ ἀσύμφορα ποιεῖν ἀζήμιόν ἐστιν - -. τὰ δέ γε ἐναντία πᾶσιν ὁμοίως ἐφεῖται, καὶ οἱ μὲν τὰ ἐφειμένα πράττοντες ἀζήμιοι διατελοῦσιν, οἱ δὲ τὰ κεκωλυμένα ζημιοῦνται. ἄλλοι οὖν δοκοῦσί σοι πράττειν ἃ ἔξεστιν ἢ οἱ ἐπιστάμενοι ταῦτα, καὶ ἄλλοι τἀναντία ἢ οἱ ἀγνοοῦντες; - οὐκοῦν οἱ

φρόνιμοι ὅσα βούλονται πράττειν, ἔξεστιν αὐτοῖς· οἱ δὲ ἄφρονες ὅσα βούλονται οὐκ ἐξὸν ἐπιχειροῦσι πράττειν. ὥστε ἀνάγκη τοὺς μὲν φρονίμους ἐλευθέρους τε εἶναι καὶ ἐξεῖναι αὐτοῖς ποιεῖν ὡς ἐθέλουσι, τοὺς δὲ ἀνοήτους δούλους τε εἶναι καὶ ἃ μὴ ἔξεστιν αὐτοῖς, ταῦτα ποιεῖν. οὐκοῦν καὶ τὴν ἐλευθερίαν χρὴ λέγειν ἐπιστήμην τῶν ἐφειμένων καὶ τῶν κεκωλυμένων, τὴν δὲ δουλείαν ἄγνοιαν ὧν τε ἔξεστι καὶ ὧν μή.

Philo quod omnis probus liber Vol. II p. 450, 23 Mang. ὅτι δ’ οὐχ αἱ ὑπηρεσίαι μηνύματ’ εἰσὶ δουλείας, ἐναργεστάτη πίστις οἱ πόλεμοι· τοὺς γὰρ στρατευομένους ἰδεῖν ἔστιν αὐτουργοὺς ἅπαντας, οὐ μόνον τὰς πανοπλίας κομίζοντας, ἀλλὰ καὶ ὅσα πρὸς τὴν ἀναγκαίαν χρῆσιν ὑποζυγίων τρόπον ἐπηχθισμένους, ἅτ’ ἐφ’ ὑδρείαν ἐξιόντας καὶ φρυγανισμὸν καὶ χιλὸν κτήνεσι. — — ἔστι δέ τις καὶ κατ’ εἰρήνην πόλεμος τῶν ἐν τοῖς ὅπλοις οὐκ ἀποδέων, ὃν ἀδοξία καὶ πενία καὶ δεινὴ σπάνις τῶν ἀναγκαίων συγκροτοῦσιν· ὑφ’ οὗ βιασθέντες ἐγχειρεῖν καὶ τοῖς δουλοπρεπεστάτοις ἀναγκάζονται, σκάπτοντες, γεωπονοῦντες, βαναύσους ἐπιτηδεύοντες τέχνας, ὑπηρετοῦντες ἀόκνως ἕνεκα τοῦ παρατρέφεσθαι etc.

p. 451, 2. καὶ πῶς πατρὸς μὲν ἢ μητρὸς ἐπιταγμάτων παῖδες ἀνέχονται, γνώριμοι δὲ ὧν ἂν ὑφηγηταὶ διακελεύωνται· δοῦλος γὰρ ἑκὼν οὐδείς. οἵ γε μὴν τοκέες οὐ τοσαύτην ὑπερβολὴν ἐπιδείξονταί ποτε μισοτεκνίας, ὥσθ’ ἃ μόνον ⟨οὐ⟩ σύμβολα δουλείας ἐστί, τὰς ὑπηρεσίας, ἀναγκάσαι ἂν παῖδας τοὺς ἑαυτῶν ὑπομένειν.

Philo quod omnis probus liber Vol. II p. 451, 9 Mang. εἰ δέ τινας ὑπ’ ἀνδραποδοκαπήλων ἐπευωνιζομένους ἰδών τις οἴεται δούλους εὐθὺς εἶναι, πολὺ διαμαρτάνει τῆς ἀληθείας. οὐ γὰρ ἡ πρᾶσις κύριον ἀποφαίνει τὸν πριάμενον ἢ τὸν πραθέντα δοῦλον, ἐπεὶ καὶ πατέρες υἱῶν τιμὰς κατέθεσαν καὶ υἱοὶ πολλάκις πατέρων, ἢ κατὰ λῃστείας ἀπαχθέντων ἢ κατὰ πόλεμον αἰχμαλώτων γενομένων. — — ἤδη δέ τινες καὶ προσυπερβάλλοντες εἰς τοὐναντίον περιήγαγον τὸ πρᾶγμα. δεσπόται γενόμενοι τῶν πριαμένων ἀντὶ δούλων. — —

Philo quod omnis probus liber Vol. II p. 451, 47 Mang. πρὸς τούτοις ἔτι ⟨πῶς⟩ οὐκ ἂν εἴποι τις τοὺς φίλους τοῦ θεοῦ ἐλευθέρους εἶναι; εἰ μὴ τοῖς μὲν τῶν βασιλέων ἑταίροις ἄξιον ⟨οὐ⟩ μόνον ἐλευθερίαν ἀλλὰ καὶ ἀρχὴν συνομολογεῖν, συνεπιτροπεύουσι καὶ συνδιέπουσι τὴν ἡγεμονίαν, τοῖς δὲ θεῶν τῶν Ὀλυμπίων δουλείαν ἐπιφημιστέον, οἳ διὰ τὸ φιλόθεον εὐθὺς γενόμενοι θεοφιλεῖς, ἴσῃ ἀντιτιμηθέντες εὐνοίᾳ, παρ’ ἀληθείᾳ δικαζούσῃ, καθάπερ οἱ ποιηταί φασι, πανάρχοντές τε καὶ βασιλέων βασιλῆές εἰσι.

Philo quod omnis probus liber Vol. II p. 452, 22 Mang. ἔτι τοίνυν ὥσπερ τῶν πόλεων αἱ μὲν ὀλιγαρχούμεναι καὶ τυραννούμεναι δουλείαν ὑπομένουσι, χαλεποὺς καὶ βαρεῖς ἔχουσαι δεσπότας τοὺς ὑπαγομένους καὶ κρατοῦντας, αἱ δὲ νόμοις ἐπιμεληταῖς χρώμεναι καὶ προστάταις εἰσὶν ἐλεύθεραι, οὕτω καὶ τῶν ἀνθρώπων, παρ’ οἷς μὲν ἂν ὀργὴ ἢ ἐπιθυμία ἤ τι ἄλλο πάθος ἢ καὶ ἐπίβουλος κακία δυναστεύῃ, πάντως εἰσὶ δοῦλοι, ὅσοι δὲ μετὰ νόμου ζῶσιν ἐλεύθεροι. νόμος δὲ ἀψευδὴς ὁ ὀρθὸς λόγος, οὐχ ὑπὸ τοῦ δεῖνος ἢ τοῦ δεῖνος θνητοῦ φθαρτὸς ἐν χαρτιδίοις ἢ στήλαις ἄψυχος

ἀψύχοις, ἀλλ’ ὑπ’ ἀθανάτου φύσεως ἄφθαρτος ἐν ἀθανάτῳ διανοίᾳ τυπωθείς· διὸ καὶ θαυμάσαι ἄν τις τῆς ἀμβλυωπίας τοὺς τρανὰς οὕτω πραγμάτων ἰδιότητας μὴ συνορῶντας, οἳ μεγίστοις μὲν δήμοις Ἀθηναίων καὶ Λακεδαιμονίων πρὸς ἐλευθερίαν αὐταρκεστάτους εἶναί φασι τοὺς Σόλωνος καὶ Λυκούργου νόμους, κρατοῦντάς τε καὶ ἄρχοντας πειθαρχούντων αὐτοῖς τῶν πολιτευομένων· σοφοῖς δὲ ἀνδράσι τὸν ὀρθὸν λόγον, ὃς καὶ τοῖς ἄλλοις ἐστὶ πηγὴ νόμοις, οὐχ ἱκανὸν εἶναι πρὸς μετουσίαν ἐλευθερίας τοῖς ὑπακούουσι πάντων, ἅττ’ ἂν ἢ προστάττῃ ἢ ἀπαγορεύῃ.

Philo quod omnis probus liber Vol. II p. 452, 46 Mang. πρὸς τοίνυν τοῖς εἰρημένοις ἐναργεστάτη πίστις ἐλευθερίας ἡ ἰσηγορία, ἣν οἱ σπουδαῖοι πάντες ἄγουσι πρὸς ἀλλήλους· ὅθεν καὶ τὰ τρίμετρα φιλοσόφως ἐκεῖνά φασιν εἰρῆσθαι·

οὐ γὰρ μετεῖναι τῶν νόμων δούλοις ἔφυ
καὶ πάλιν·
δοῦλος πέφυκας, οὐ μέτεστί σοι λόγου.
καθάπερ οὖν ὁ μουσικὸς λόγος ἅπασι τοῖς ἐπιτετηδευκόσι καθάπερ οὖν ὁ μουσικὸς λόγος ἅπασι τοῖς ἐπιτετηδευκόσι μουσικὴν ἰσηγορίας τῆς ἐν τῇ τέχνῃ μεταδίδωσι καὶ ὁ γραμματικὸς ἢ γεωμετρικὸς γραμματικοῖς ἢ γεωμέτραις, οὕτω καὶ ὁ ἐν τῷ βίῳ νόμος τοῖς ἐμπείροις τῶν βιωτικῶν. οἱ δὲ σπουδαῖοι ἅπαντες ἔμπειροι τῶν κατὰ τὸν βίον πραγμάτων εἰσί, ὁπότε καὶ τῶν ἐν ἁπάσῃ τῇ φύσει· καὶ εἰσί τινες αὐτῶν ἐλεύθεροι· ὥστε καὶ ὅσοι τούτοις ἰσηγορίας μετέχουσιν· οὐδεὶς ἄρα τῶν σπουδαίων δοῦλος, ἀλλ’ ἐλεύθεροι πάντες. ἀπὸ δὲ τῆς αὐτῆς ἀφορμῆς καὶ ὅτι δοῦλος ὁ ἄφρων ἐστὶν ἐπιδειχθήσεται· ὥσπερ γὰρ ὁ κατὰ μουσικὴν νόμος οὐ δίδωσιν ἰσηγορίαν ἀμούσοις πρὸς μεμουσωμένους οὐδ’ ὁ κατὰ γραμματικὴν ἀγραμμάτοις πρὸς γραμματικοὺς οὐδὲ συνόλως ὁ τεχνικὸς πρὸς τεχνίτας ἀτέχνοις, οὕτως οὐδ’ ὁ βιωτικὸς νόμος ἰσηγορίας μεταδίδωσι τοῖς κατὰ τὸν βίον ἀπείροις πρὸς τοὺς ἐμπείρους· τοῖς δὲ ἐλευθέροις ἡ ἐκ νόμου πᾶσιν ἰσηγορία δίδοται· καὶ εἰσί τινες τῶν σπουδαίων ἐλεύθεροι· καὶ τῶν βιωτικῶν ἄπειροι μὲν οἱ φαῦλοι, ἐμπειρότατοι δ’ οἱ σοφοί· οὐκ ἄρα εἰσί τινες τῶν φαύλων ἐλεύθεροι, δοῦλοι δὲ πάντες.

Philo quod omnis probus liber Vol. II p. 454, 12 Mang. λέγεται τοίνυν οὐκ ἀπὸ σκοποῦ, ὅτι ὁ φρονίμως πάντα ποιῶν εὖ ποιεῖ πάντα· ὁ δ’ εὖ ποιῶν πάντα ὀρθῶς ποιεῖ πάντα· ὁ δ’ ὀρθῶς πάντα ποιῶν καὶ ἀναμαρτήτως καὶ ἀμέμπτως καὶ ἀνεπιπλήκτως καὶ ἀνυπευθύνως καὶ ἀζημίως. ὥστ’ ἐξουσίαν σχήσει πάντα δρᾶν καὶ ζῆν ὡς βούλεται· ᾧ δὲ ταῦτ’ ἔξεστιν, ἐλεύθερος ἂν εἴη. ἀλλὰ μὴν πάντα φρονίμως ποιεῖ ὁ ἀστεῖος· μόνος ἄρα ἐστὶν ἐλεύθερος.

Philo quod omnis probus liber Vol. II p. 454, 31 Mang. καὶ μὴν ὃν μὴ ἐνδέχεται μήτ’ ἀναγκάσαι μήτε κωλῦσαι, ἐκεῖνος οὐκ ἂν εἴη δοῦλος· τὸν δὲ σπουδαῖον οὐκ ἔστιν ἀναγκάσαι οὐδὲ κωλῦσαι· οὐκ ἄρα δοῦλος ὁ σπουδαῖος· ὅτι δ’ οὔτ’ ἀναγκάζεται οὔτε κωλύεται δῆλον. κωλύεται μὲν γὰρ ὁ μὴ τυγχάνων ὧν ὀρέγεται· ὀρέγεται δ’ ὁ σοφὸς τῶν ἀπ’ ἀρετῆς, ὧν ἀποτυγχάνειν οὐ πέφυκε. καὶ μὴν εἰ ἀναγκάζεται, δῆλον ὅτι ἄκων τι ποιεῖ. ἀνθρώποις δὲ αἱ πράξεις ἢ ἀπ’ ἀρετῆς εἰσι κατορθώματα ἢ ἀπὸ κακίας ἁμαρτήματα ἢ μέσα καὶ ἀδιάφορα. τὰ μὲν οὖν ἀπ’ ἀρετῆς οὐ

βιασθείς, ἀλλ’ ἑκών (αἱρετὰ γάρ ἐστιν αὐτῷ) πάνθ’ ὅσα δρᾷ· τὰ δ’ ἀπὸ κακίας ἅτε φευκτὰ οὐδ’ ὄναρ πράττει. οὐδὲ μὴν τὰ ἀδιάφορα εἰκός (scil. ἄκοντα πράττειν), πρὸς ἃ καθάπερ ἐπὶ πλάστιγγος ἡ διάνοια ἰσοῤῥοπεῖ, διδιδαγμένη μήτε ὡς ὁλκὸν ἔχουσι δύναμιν ἐνδιδόναι μήτ’ ὡς ἀποστροφῆς ἀξίοις δυσχεραίνειν. ἐξ ὧν ἐστι δῆλον ὅτι οὐδὲν ἄκων ποιεῖ οὐδ’ ἀναγκάζεται. δοῦλος δ’ εἴπερ ἦν, ἠναγκάζετ’ ἄν· ὥστ’ ἐλεύθερος ἂν εἴη ὁ ἀστεῖος.

Philo de poster. Caini § 138 Vol. II p. 30, 17 Wendl. τοῦτο δ’ ἐστὶ τὸ δογματικώτατον ὅτι ὁ σοφὸς μόνος ἐλεύθερός τε καὶ ἄρχων κἂν μυρίους τοῦ σώματος ἔχῃ δεσπότας.