Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Stobaeus ecl. II 64, 18 W. Ἀρετὰς δ’ εἶναι πλείους φασὶ καὶ ἀχωρίστους ἀπ’ ἀλλήλων, καὶ τὰς αὐτὰς τῷ ἡγεμονικῷ μέρει τῆς ψυχῆς καθ’ ὑπόστασιν, καθ’ ὃ δὴ καὶ σῶμα πᾶσαν ἀρετὴν εἶναί τε καὶ λέγεσθαι, τὴν γὰρ διάνοιαν καὶ τὴν ψυχὴν σῶμα εἶναι· τὸ γὰρ συμφυὲς πνεῦμα ἡμῖν ἔνθερμον ὂν ψυχὴν ἡγοῦνται.

Stobaeus ecl. II 65, 1 Wachsm. βούλονται δὲ καὶ τὴν ἐν ἡμῖν ψυχὴν ζῷον εἶναι· ζῆν τε γὰρ καὶ αἰσθάνεσθαι· καὶ μάλιστα τὸ ἡγεμονικὸν μέρος αὐτῆς, ὃ δὴ καλεῖται διάνοια. διὸ καὶ πᾶσαν ἀρετὴν ζῷον εἶναι, ἐπειδὴ ἡ αὐτὴ ⟨τῇ⟩ διανοίᾳ ἐστὶ κατὰ τὴν οὐσίαν. κατὰ τοῦτο γάρ φασι καὶ τὴν φρόνησιν φρονεῖν· ἀκολουθεῖ γὰρ αὐτοῖς τὸ οὕτως λέγειν.