Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Plut. de Stoic. repugn. c. 13 p. 1039c. Καὶ μὴν ἐν τῷ περὶ Καλοῦ πρὸς ἀπόδειξιν τοῦ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι, τοιούτοις λόγοις κέχρηται· Τὸ ἀγαθὸν αἱρετόν· τὸ δ’ αἱρετὸν ἀρεστόν· τὸ δ’ ἀρεστὸν ἐπαινετόν· τὸ δ’ ἐπαινετὸν καλόν. Καὶ πάλιν Τὸ ἀγαθὸν χαρτόν, τὸ δὲ χαρτὸν σεμνόν, τὸ δὲ σεμνὸν καλόν.
Diog. Laërt. VII 101. λέγουσι δὲ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι, καθά φησιν Ἑκάτων ἐν τῷ τρίτῳ περὶ ἀγαθῶν, καὶ Χρύσιππος ἐν τοῖς περὶ τοῦ Καλοῦ. εἶναι δὲ τοῦτο ἀρετὴν καὶ τὸ μετέχον ἀρετῆς· ᾧ ἐστιν ἴσον τὸ πᾶν ἀγαθὸν καλὸν εἶναι καὶ τὸ ἰσοδυναμεῖν τῷ καλῷ τὸ ἀγαθόν· ὅπερ ἴσον ἐστὶ τούτῳ. ἐπεὶ γάρ ἐστιν ἀγαθὸν καλόν ἐστιν· ἔστι δὲ καλόν· ἀγαθὸν ἄρα ἐστί.