Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Andronicus περὶ παθῶν p. 25, 9 Schuchardt.ἐλευθεριότης μὲν οὖν ἐστιν ἕξις ἐν προέσει καὶ λήψει ὁμολογουμένως ἀναστρεφομένους παρεχομένη. χρηστότης δὲ ἕξις ἑκουσίως εὐποιητική. δικαστικὴ δὲ ἐπιστήμη κρίσεων καὶ κολάσεων καὶ ἀδικημάτων. εὐγνωμοσύνη δὲ ἑκούσιος δικαιοσύνη. εὐσέβεια δὲ ἐπιστήμη θεῶν θεραπείας. εὐχαριστία δὲ ἐπιστήμη τοῦ τίσι καὶ πότε παρεκτέον χάριν καὶ πῶς καὶ παρὰ τίνων ληπτέον. ὁσιότης δὲ ἐπιστήμη παρεχομένη πιστοὺς καὶ τηροῦντας τὰ πρὸς τὸ θεῖον δίκαια. - - εὐσυναλλαξία δὲ ἕξις ἐν συναλλαγαῖς φυλάττουσα τὸ δίκαιον. νομοθετικὴ δὲ ἐπιστήμη διαταγμάτων πολιτικῶν πρὸς κοινωνίαν ἀναφερομένων.

Sextus adv. math. IX 153 (Carneades Stoicis virtutum definitionibus utitur) ἐγκράτεια γάρ ἐστι διάθεσις ἀνυπέρβατος τῶν κατ’ ὀρθὸν λόγον γιγνομένων ἢ ἀρετὴ ὑπεράνω ποιοῦσα ἡμᾶς τῶν δοκούντων εἶναι δυσαποσχέτων. ἐγκρατεύεται γάρ, φασίν, οὐχ ὁ θανατιώσης γραὸς ἀπεχόμενος, ἀλλ’ ὁ Λαΐδος καὶ Φρύνης ἤ τινος τοιαύτης, δυνάμενος ἀπολαῦσαι, εἶτα ἀπεχόμενος. καρτερία δέ ἐστιν ἐπιστήμη ὑπομενετέων καὶ οὐχ ὑπομενετέων ἢ ἀρετὴ ὑπεράνω ποιοῦσα ἡμᾶς τῶν δοκούντων εἶναι δυσυπομενήτων.

ibid. 158. εἰ δὲ ἀνδρίαν ἔχει, ἐπιστήμην ἔχει δεινῶν καὶ οὐ δεινῶν καὶ τῶν μεταξύ.

ibid. 161. εἰ δὲ μεγαλοψυχίαν ἔχει, ἐπιστήμην ἔχει ποιοῦσαν ὑπεραίρειν τῶν συμβαινόντων.

ibid. 162. εἰ φρόνησιν ἔχει, ἔχει καὶ ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν καὶ ἀδιαφόρων.

ibid. 167. εἴπερ τε πανάρετόν ἐστι τὸ θεῖον καὶ τὴν φρόνησιν ἔχει, ἔχει καὶ τὴν εὐβουλίαν, παρόσον ἡ εὐβουλία φρόνησίς ἐστι πρὸς τὰ βουλευτά.

ibid. 174. ἔστι γὰρ ἡ σωφροσύνη ἕξις ἐν αἱρέσεσι καὶ φυγαῖς σώζουσα τὰ τῆς φρονήσεως κρίματα.