Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Andronicus περὶ παθῶν p. 28, 1 Schuchardt (ex Paris. 2131) (Κατὰ Χρύσιππον). Ὑποτέτακται δὲ τῇ ἀνδρείᾳ· καρτερία, θαρραλεότης, μεγαλοψυχία, εὐψυχία, φιλοπονία. καρτερία ἐστὶν ἐπιστήμη ἔμμονος τοῖς ὀρθῶς κριθεῖσι. θαῤῥαλεότης ἐστὶν ἐπιστήμη καθ’ ἣν οἴδαμεν ὅτι οὐ περιπέσομεν. μεγαλοψυχία ἐστὶν ἐπιστήμη ⟨ὑπεράνω ποιοῦσα⟩ τῶν πεφυκότων ἐν σπουδαίοις τε γίνεσθαι καὶ φαύλοις. εὐψυχία ἐστὶν ἐπιστήμη ψυχῆς παρεχομένη αὐτὴν ἀήττητον. φιλοπονία ἐστὶν ἐπιστήμη ἐξεργαστικὴ μὲν τοῦ προκειμένου, οὐ καταναλισκομένη δὲ ὑπὸ πόνων.

Andronicus περὶ παθῶν p. 22, 13 Schuchardt.εὐψυχία μὲν οὖν ἐστιν εὐτονία ψυχῆς πρὸς τὸ ἐπιτελεῖν τὰ ἑαυτῆς ἔργα. λῆμα δὲ ἕξις προχείρους παρεχομένη πρὸς τὸ ἐπιχειρεῖν τε οἷς χρὴ καὶ ὑπομένειν ἃ λόγος αἱρεῖ. μεγαλοψυχία δὲ ἕξις ὑπεράνω ποιοῦσα τοῦ κοινῇ συμβαίνοντος φαύλοις τε καὶ σπουδαίοις. ἀῤῥενότης δὲ ἕξις αὐτάρκεις παρεχομένη ἐν τοῖς κατ’ ἀρετὴν πόνοις. καρτερία δὲ ἐπιστήμη ἐμμενετῶν ⟨καὶ οὐκ ἐμμενετῶν⟩ καὶ οὐδετέρων. μεγαλοπρέπεια δὲ ἕξις ἐπαίρουσα τοὺς ἔχοντας αὐτὴν καὶ φρονήματος πληροῦσα.

Philo quaest. et solut. in Genesin IV 136 (p. 348 Aucher). Nomina autem ancillarum perseverantiae sunt impropendens, indeclinatum in unam partem, minime declivum in contrarium, impoenitens, immutabile, indifferens, constans, basi fixum, invincibile, rectum, et quaecunque horum fratres sunt, qui cupiunt stabilem perseverantiam.

Andronicus περὶ παθῶν p. 23, 17 Schuchardt.αὐστηρία μὲν οὖν ἐστιν ἕξις καθ’ ἣν οὔτε προσφέρουσιν ἄλλοις τὴν περὶ ἡδονῶν ὁμιλίαν οὔτε παρ’ ἄλλων προσδέχονται. - - ἐγκράτεια δὲ ἕξις ἀήττητος ὑφ’ ἡδονῶν. εὐτέλεια δὲ ἕξις ἀνυπέραρτος ἐν δαπάναις καὶ παρασκευαῖς. λιτότης δὲ ἕξις ἀρκουμένη τοῖς παροῦσιν. κοσμιότης δὲ ἐπιστήμη περὶ τὸ πρέπον ἐν κινήσει καὶ σχέσει.

εὐταξία δὲ ἐμπειρία καταχωρισμοῦ πράξεων ἢ περὶ τὰς πράξεις ἔχουσα τὸ βέβαιον ἢ τοὺς καταχωρισμοὺς τῶν πράξεων. αὐτάρκεια δὲ ἕξις ἀρκουμένη οἷς δεῖ καὶ δι’ αὑτῆς ποριστικὴ τῶν πρὸς τὸ ζῆν καθηκόντων.